Ancient Greek
283.1
Gregorius Nyssenus Theol., Contra Eunomium 283.1
Unproofread scanNot analysed yet
τοῦ Κυρίου νομοθετηθεῖσαν ἐν τῇ πίστει φωνήν. Πιστεύομεν, φησίν, εἰς τὸν παράκλητον. Ἐγὼ δὲ καὶ αὐτὸ τοῦτο τὸ ὄνομα κοινὸν ἔμαθον εἶναι παρὰ τῆς θεοπνεύστου Γραφῆς, Πατρὸς τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου. Ὁ γὰρ Υἱὸς ἐπίσης ἑαυτὸν τε καὶ Πνεῦμα τὸ ἅγιον ὀνομάζει Παράκλητον. Ὁ δὲ Πάτηρ δι’ ὧν ἐνεργεῖ τὴν παράκλησιν, οἰκειοῦται πάντως τοῦ παρακλήτου τὸ ὄνομα. Οὐ γὰρ δι’ ὧν ἐργον ποιῶν τοῦ παρακλήτου, ἀπαξιοῖ τοῦ ἔργου τὸ ὄνομα. Ὁ τε γὰρ Δαβὶδ πρὸς τὸν Πατέρα φησίν, ὅτι Σὲ Κύριε ἐδούησας μοι καὶ παρεκάλεσάς με· καὶ ὁ μέγας Ἀπόστολος τὰ αὐτὰ περὶ τοῦ Πατρὸς διεξέρχεται, λέγων, Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρηκολούθησας ἐπὶ πάσῃ τῇ ἀλγησί ἡμῶν. Τὸν δὲ Υἱὸν ὁ Ἰωάννης ἐν μιᾷ τῶν Καθολικῶν Ἐπιστολῶν διαρρήδην ὀνομάζει παράκλητον. Καὶ αὐτὸς δὲ ὁ Κύριος, δι’ ὧν εἶπε καὶ ἄλλον παράκλητον ἡμῖν ἀποσταλῆσεσθαι, περὶ τοῦ Πνεύματος λέγων, ἐφ’ ἑαυτοῦ πάντως τὸ ὄνομα τοῦτο προεωμολόγησε. Διπλῆς δὲ οὖσης τῆς τοῦ παρακαλεῖν σημασίας, μιᾶς μὲν διὰ τῶν τιμητικῶν ῥημάτων τε καὶ σχημάτων, ὑπὲρ ὧν ἄν τις δεόμενος τύχωμεν, εἰς συμπάθειαν αὐτὸν ἐπαγόμενοι· ἐτέρας δὲ τῆς θεραπευτικῆς τῶν ψυχικῶν τε καὶ σωματικῶν παθημάτων ἐπιστοίας, τῶν καθ’ ἕκατερον σημαινομένων ἐπίσης ἡ ἁγία Γραφὴ προσοικειοῦται τῇ θείᾳ φύσει τοῦ παρακλήτου τὴν ἔνοιαν. Νῦν μὲν γὰρ ὁ Παῦλος τὴν ἰατρικὴν ἡμῶν τοῦ Θεοῦ δύναμιν διὰ τῆς παρακλήσεως ἡμῖν παρίστησι, λέγων· Ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τίτου. Πάλιν δὲ κατὰ τὴν ἑτέραν διάνοιαν πρὸς τοὺς Κορινθίους γράφων, ταῦτα διεξέρχεται, ὅτι Ὑπὲρ Χριστοῦ πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Τούτων οὖν οὕτως ἔχοντων, ὅπως ἂν ἐπὶ τοῦ Πνεύματος νοήσης τοῦ παρακλήτου τὸ ὄνομα, τῆς τοῦ Πατρὸς τε καὶ τοῦ Υἱοῦ κοινωνίας, καθ’ ἕκατερον τῶν σημαινομένων, οὐκ ἀποστήσεις. Οὐκοῦν ἐν τῷ μέρει τούτῳ οὐδὲ βουλόμενος κατασμιχρύνειν τὴν τοῦ ἁγίου Πνεύματος δόξαν δεδύνηται, ἐκεῖνο προσμαρτυρῶν αὐτῷ, ὅπερ καὶ τῷ Πατρὶ καὶ τῷ Υἱῷ παρὰ τῆς ἁγίας Γραφῆς ἀνατίθεται. Πνεῦμα δὲ ἀληθείας εἰπὼν Εὐνόμιος, αὐτὸς μὲν, ὡς οἴμαι, τὸ ὑποχείριον ἠθουλεῖ διὰ τῆς τοιαύτης παραστήσεως φωνῆς. Ἐπειδή ἀλήθεια μὲν ὁ Χριστὸς ἐστίν· ἐκεῖνο δὲ Πνεῦμα ἀληθείας ὤνόμασεν. Ὡς εἰ τις λέγοι κτῆμα τῆς ἀληθείας εἶναι καὶ ὑποχείριον, οὐκ εἰδὼς ὅτι δικαιοσύνη ὁ Θεὸς λέγεται· καὶ οὐ δήπου κτῆμα τῆς δικαιοσύνης τὸν Θεὸν ἐνοήσαμεν. Ὥστε καὶ τὸ Πνεῦμα τῆς ἀληθείας μαθόντες, τὴν θεοπρεπῆ διὰ νοίαν παρὰ τῆς φωνῆς ἐδέξαμεθα, τῷ ἐπαχθῇ λόγῳ πρὸς τὸ χρεῖστον χειραγωγούμενοι. Εἰπὼν γὰρ ὁ Κύριος, Τὸ Πνεῦμα τῆς ἀληθείας, ἐπήγαγεν εὐθὺς, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Ὑπὲρ οὐδενὸς τῶν ἐν