Ancient Greek
285.2
Gregorius Nyssenus Theol., Contra Eunomium 285.2
Unproofread scanNot analysed yet
Ἄλλ’ ἐπαναλάβωμεν πάντα τοῦ Εὐνομίου τὸν λόγον. Γεγέμενος, φησίν, παρὰ τοῦ μόνου Θεοῦ διὰ τοῦ Μονογενοῦς καὶ τοῦτο. Τίς οὖν ἀπόδειξις; τοῦ καὶ τοῦτο ἐν τῶν παρὰ τοῦ Μονογενοῦς εἶναι; Πάντα δι’ αὐτοῦ γεγενηθαι πάντως ἐροῦσιν, ἐν δὲ τοῖς πᾶσι συμπεριληφθαι καὶ τοῦτο πρὸς οὓς ἐροῦμεν ὅτι Πάντα δι’ αὐτοῦ ἐγένετο· ἐγένετο δέ, καθὼς ὁ Παῦλός φησιν, ὁρατὰ καὶ ἄορατα, θρόνοι, ἐξουσίαι, ἄρχαι, κυριότητες, δυνάμεις· ἐν δὲ τοῖς ἀπριθμημένοις διὰ τῶν θρόνων τε καὶ τῶν δυνάμεων, τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ ὑπὸ τοῦ Παύλου κατεῖλεχται· ἕως τούτου τὰ πάντα. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, ὡς ὑπὲρ τὴν φύσιν τῶν γεγονότων ἐν τῇ ἀπαριθμήσει τῶν δυναν τὸ Παῦλος ἀπεσιώπησεν, οὔτε τὸ γενηθαι, οὔτε τὸ ὑποτεθῆναι διὰ τῶν ἑαυτοῦ λόγων ἡμῖν ἐνδειξάμενος· ἀλλ’ ὡσπερ ὁ Προφήτης ἀγαθόν, καὶ εὐθές, καὶ ἡγεμονικὸν ἀνοικίζει τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦ ἡγεμονικοῦ τὸ ἄρχικὸν ἐνδεικνύμενος· οὕτω καὶ ὁ Ἀπόστολος πάντα ἐν πᾶσιν ἐνεργεῖν, καθὼς βούλεται, διορίζμενος, τὴν αὐθεντικὴν ἐξουσίαν προσ-αυτεζούσιον αὐτοῦ δυνάμιν τε καὶ ἐνέργειαν ἐν τῷ πρὸς Νικόδημον λόγῳ φανερὰν ποιεῖ, λέγων, ὅτι Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ. Πῶς οὖν καὶ ὁ Εὐνόμιος ἐν καὶ τοῦτο τῶν γεγονότων εἶναι παρὰ τοῦ Υἱοῦ διορίζει, τῇ αἰδίῳ ὑποταγῇ καταδειδιασμένον. Καθ’ ἅπαξ γάρ, φησίν, ὑποτεταγμένον· οὐκ οἶδα ποίῃ τῆς ὑποταγῆς εἴδει τὸ ἡγεμονικὸν τε καὶ ἄρχικὸν ὑπο-ζεύσσει. Πολλῶς γὰρ ἡ τοιαύτη φωνὴ παρὰ τῇ ἁγίᾳ Γραφῇ, καὶ πολυτρόπως νοουμένη καὶ λεγομένη.