Ancient Greek
287.1
Gregorius Nyssenus Theol., Contra Eunomium 287.1
Unproofread scanNot analysed yet
οἴδμενος τὸ εἶναι ὑποτεταγμένον καὶ ὑποχείριον, τοῦτου χάριν εἰς ἔλεγχον τῆς ἀνοίας αὐτοῦ τῶν ῥημάτων τούτων τὴν μνήμην ἐποιήσαμην. Ὡς οὖν ἄποδεικνύειν ὑποτεταγμένον τῷ Πατρὶ τὸ Πνεῦμα, διὸν οὐκ ἔστι πατὴρ τοῦ Μονογενοῦς τὸ Πνεῦμα· ἐκ ποίας γὰρ ἀνάγκης τὸ τοιοῦτον κατασκευάζεται, ὡς, εἰ μὴ πατὴρ εἴη καὶ ὑποτεταγμέναι πάντως; Εἰ μὲν οὖν ἀποδέδεικτο ταῦτόν εἶναι τὸ σημαινόμενον πατέρα καὶ τύραννον, ἀκόλουθον ἦν, περὶ τοῦ πατέρα νοηθείσης τῆς τυραννίδος, ὑποτεταγμέναι λέγειν τὸ Πνεῦμα τῷ κατὰ τὴν ἐξουσίαν προέχοντι. Εἰ δὲ διὰ τοῦ πατρὸς ἡ πρὸς τὸν υἱὸν σχέσις νοεῖται μόνη, οὐδὲν δὲ τυραννικὸν καὶ ἐξουσιαστικὸν νόημα διὰ ταύτης τῆς φωνῆς παρεῖσάγεται· πῶς ἀκόλουθόν τῷ μὴ εἶναι πατέρα τοῦ Υἱοῦ τὸ ὑποτεταγμέναι τὸ Πνεῦμα; Οὔτε τῷ Υἱῷ, φησίν, συνεξεῖσούμενον. Πῶς ταῦτά φησι; Τὸ γὰρ οὔτε καὶ ἀτρεπτον καὶ ἀκακὸν πάντως ἀνεπίδεικτον, καὶ ἀεὶ ὡσαύτως ἐν τῷ ἀγαθῷ διαμένον, οὐδεμίαν ἔχει παραλλαγὴν ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ἐπίσης γὰρ τοῦ Πνεύματος ἀφθαρτον τῆς φθορᾶς ἡλίστριωται, καὶ τὸ τῇ φύσει ἀγαθὸν ὡσαύτως τοῦ ἐναντίου κεχώρισται. Καὶ τὸ ἐν παντὶ ἀγαθῷ τέλειον, ὁμοίως ἀνενδεὲς ἔχει τοῦ πλείονος.