Ancient Greek
288.1
Gregorius Nyssenus Theol., Contra Eunomium 288.1
Unproofread scanNot analysed yet
ἡγεμονικὴν, καὶ τὸ πάντα ἐν πᾶσιν ἐνεργοῦν καλῶς βούλεται, εἰ πάντα τὰ τοιαῦτα ὡσαύτως ἐστὶν ἰδεῖν ἐπὶ Πατρὸς τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· πῶς ἔστι διὰ τῆς ἐν τούτοις ταυτότητος τὸ ἐτερογενὲς ἐννοῦσαι; Οὐκοῦν τὸ μὴ δεῖν ἀδελφότητα τινα περὶ τὸν Μονογενῆ θεωρεῖν, ὁ τῆς εὐσεβείας συντίθεται λόγος· τὸ δὲ μὴ εἶναι τῷ Υἱῷ ὁμογενὲς τὸ Πνεῦμα, τῷ εὐθεῖ τὸ εὐθὲς, τῷ ἀγαθῷ τὸ ἀγαθόν, τῷ ζωοποιῷ τὸ ζωοποιοῦν, τοῦτο τῆς αἱρετικῆς κακουργίας ἐκ τῆς τοῦ λόγου ἀκολουθίας σαφῶς ἀποδεδεῖκται. Spiritum non esse cum Filio ejusdem generis, id est, substantiæ, rectum cum recto, bonum cum bono. vivificum cum vivifico, hoc hæreticæ esse pravitatis, ex rationis consecutione aperte demon- stratum est.