Ancient Greek
292.2
Gregorius Nyssenus Theol., Contra Eunomium 292.2
Unproofread scanNot analysed yet
Πάλιν, φησὶ, δειλανδρούντας ὁράντων. Ἄλλ' οὗτος μὲν ἀκολουθεῖ κατὰ τὸν ἑαυτοῦ λόγον τῇ προλαβούσῃ κατὰ τοῦ Πνεύματος βλασφημίᾳ, φανερὸν δὲ καὶ διὰ τοῦ ἐχθροῦ στόματος ἑαυτὴν ἡ ἀλήθεια. Οὐδενὸς γὰρ ἐστὶν ἑτέρου θάρσος ἐμποιεῖν τοῖς δειλαιομένοις ἢ θεοῦ μόνου, λέγοντος τῷ δειλῶντι· Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, μηδὲν εὐλαβοῦ· ὡς φησιν ὁ Προφήτης· Ἐὰν γὰρ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ. Ἄλλὰ καὶ αὐτὸς ὁ Δεσπότης πρὸς τοὺς δειλῶντας· φησι, Μὴ ταρασσεῖσθω ἡ καρδία ὑμῶν, μηδὲ δειλιάτω· καὶ, Τί δειλοῖ ἔστε, ὀλιγόπιστοι; καὶ, Θαρσεῖτε, ἐγὼ εἰμί· μὴ φοβεῖσθε· καὶ πάλιν, Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Οὐκοῦν καὶ ἄκοντος τοῦ Εὐνομίου, δι' αὐτῆς τῆς πολεμίας φωνῆς δείκνυσιν ἑαυτὴν ἡ εὐσέβεια. Συμφωνεῖ δὲ καὶ τὸ ἐφεξῆς τῷ προάγοντι λόγῳ· Ἀπάντων, φησὶ, κηδεύμενος, καὶ πᾶσαν φροντίδα καὶ πρόνοιαν ἐπισφέρωμενος. Μόνου γὰρ ἐστιν ὡς ἀληθῶς τοῦ θεοῦ τὸ κηδεῖσθαι καὶ