Ancient Greek
293.9
Gregorius Nyssenus Theol., Contra Eunomium 293.9
Unproofread scanNot analysed yet
Τῷ νομιμῶς ἀθλοῦντι, τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστίν, ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκούσιως ἐπιστῆναι τῷ κερατηκτῷ τῆς νίκης · ἢ τρισὶ πτώμασι κατὰ τὸν ἀθλητικὸν καταβληθῆναι νόμον · δι’ ὧν γίνεται τῷ νενικηκότι, τῇ κλήσει τῶν βραβευόντων, ἢ ἐπὶ τῷ στεφάνῳ δόξα διὰ λαμπροῦ τοῦ κηρύγματος. Ἐπεὶ οὖν δις τῇ καταβληθεὶς ἐν τοῖς προλαβούσι λόγοις Εὐνόμος, οὐπω συγχωρεῖ τῇ ἀληθείᾳ κατὰ τοῦ ψεύδους ἔχειν τὰ νικητήρια · ἀλλ’ ἐκ τρίτου πάλιν κατὰ τῆς εὐσεβείας διὰ τῆς λογογραφίας κονλίζεται ἐν τῇ συνθέσει: