Ancient Greek
295.2
Gregorius Nyssenus Theol., Contra Eunomium 295.2
Unproofread scanNot analysed yet
D Ὡς τοίνυν ταῦτα παρὰ πάντων ὁμολογεῖται τῶν εὖ φρονοῦντων, μετὰ τοιαύτης διανοίας ἀναγινοσκέσθαι μᾶλλον ἢ μετὰ τῆς τοῦ ῥητοῦ ἐπαινοῦμενης κατὰ τὸ πρόχειρον· οὕτως εἴκός ἐστιν ἐκ τοῦ ἀκολουθοῦ προσέχους τοῦτο τὴν φωνὴν ἐκείνην συγγεγραμμένην, μὴ ἀπλῶς τε καὶ ἀνεξέταστον παρὰ τῶν εὖ φρονοῦντων παραδεχθῆναι. Ἐὰν ἀναγγείλω ὑμῖν, φησὶ, τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀπαριθμήσασθαι, Κύριος ἐκτίσε με. Τί μοι πρὸς ταύτην, εἶπε, τὴν φωνήν, ὁ τῆς λέξεως δοῦλος, ὁ τῷ ἤχῳ τῶν συλλαβῶν Ἰουδαϊκῶς προσκαθήμενος; Ἄρ’ οὐ δοκεῖ ξενισμὸν ἐμποιεῖν τῇ ἀκοῇ τῶν ἐπιστάκρων τέρων ἢ σύνταξις; Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, Κύριος ἐκτίσε με. Ὡς ἐὰν μὴ ἀναγγείλω τὰ καθ’ ἡμέραν γινόμενα, κατὰ τὸ ἀκόλουθον