Ancient Greek
309.2
Gregorius Nyssenus Theol., Contra Eunomium 309.2
Unproofread scanNot analysed yet
B Ταῦτα τοίνυν ἐκ τῆς ἀποστολικῆς μεγαλοφροσύνης μαθόντες, ἀναλογιζόμεθα διὰ τῶν εἰρημένων, ὅτι εἰ τὰ κρίματα ἐξερευνηθῆναι οὐ δύναται, καὶ αἱ ὁδοὶ οὐ ἐξιχνιάζονται, καὶ ἡ τῶν ἀγαθῶν ἐπαγγελία πᾶσης ὑπέρκειται τῆς ἀποτοχασμῶν εἰκασίας, πῶς μᾶλλον τῷ μέτρῳ κατὰ τὸ ἄφραστον τε καὶ ἀπροσέλαστον, ἄνωτέρων ἐστὶ καὶ ὑψηλότερον αὐτὸ τὸ Θείον τῶν περὶ αὐτὸ νοουμένων, ὧν οὐδεμίαν εἶναι γνῶσιν ὁ Θεοδίδακτος ἀποφαίνεται Παῦλος; καὶ διὰ τοῦτο βεβαιούμεν ἐν ἡμῖν αὐτοῖς τὸ καταχλεαζόμενον δόγμα ὁμολογούντες ἐλάττους εἶναι κατὰ τὴν γνῶσιν τῶν ὑπερβαινόντων τὴν γνῶσιν, καὶ προσκυνεῖν ἡμᾶς ἀληθῶς ὅπερ οἴδαμεν· Οἴδαμεν δὲ τὸ ὕψος τῆς δόξης τοῦ προσκυνοῦμένου, αὐτῷ τῷ μὴ δύνασθαι τοῖς λογισμοῖς καταλαβεῖν, ἀναλογιζόμενοι τὸ τοῦ μεγέθους ἀνεξίλαστον, καὶ τὸ πρὸς τὴν Σαμαρεῖτιν παρὰ τοῦ Κυρίου ῥηθὲν, καθ' ἡμῶν δὲ παρὰ τῶν ἐχθρῶν προφερόμενον, πρὸς ἐκείνους ἂν μᾶλλον κυρίως λέγωσι. Τὸ γὰρ. Ὑμεῖς προσκυνεῖτε ὅ οὐκ οἴδατε, φησὶ πρὸς τὴν Σαμαρεῖτιν ὁ Κύριος, σωματικαῖς ἐνοίαις ἐν ταῖς περὶ Θεοῦ δόξαις προειλημμένην, ἧς καλῶς ὁ λόγος καθάπτεται· ὅτι Θεὸν προσκυνεῖν οἱ Σαμαρεῖται νομίζοντες, εἶτα σωματικῶς ἐγκαθιδρύσθαι τόπῳ τὸ Θεῖον οἴόμενοι, μέχρι τῆς φωνῆς εὐσχεῖ, ἄλλο τι προσκυνοῦντες καὶ οὐ Θεόν. Οὐδὲν γὰρ ἐν περιγραφῇ νοούμενον, Θεῖόν ἐστιν· ἀλλ' ἴδιον τῆς Θεότητος, τὸ πανταχοῦ εἶναι, καὶ διὰ πάντων ἔχειν, καὶ μηδὲν περιείργεσθαι. Ὥστε περιστερέφεται τοῖς χριστιομάχοις εἰς κατηγορίαν αὐτῶν ὁ καθ' ἡμῶν προσφερόμενος λόγος. Ὡς γὰρ τοπικῇ τινὶ περιγραφῇ τὸ Θεῖον περιέχεσθαι Σαμαρεῖται νομίζοντες, ἐπεκρίθησαν δι' ὧν ἤκουσαν· ὅτι Προσκυνεῖτε ὅ οὐκ οἴδατε, καὶ ἀνόντως γίνεται ὑμῖν ἡ λατρεία ἡ πρὸς Θεὸν βλέπουσα· Θεὸς γὰρ τόπῳ τινὶ καθιδρύσθαι νομιζόμενος, Θεὸς οὐκ ἐστιν· οὕτως ἂν εἴη κυρίως καὶ πρὸς τοὺς νέους Σαμαρεῖτας εἰπεῖν, ὅτι τῷ ὀνόματι τῆς ἀγεννησίας, οἷόν τινι τόπῳ περιειληφέναι τὴν Θείαν οὐσίαν ὑπονοῦντες, προσκυνεῖτε ὅ οὐκ οἴδατε, ὡς Θεῷ μὲν λατρεύοντες, ἀγνοοῦντες δὲ ὅτι πᾶσης τῆς ἐξ ὀνομάτων σημασίας καὶ περιλήψεως ὑπερνίππει τὸ Θεοῦ τὸ ἀρίστον.