Ancient Greek
319.1.1 to 319.1.16
Gregorius Nyssenus Theol., Contra Eunomium 319.1.1-16
Unproofread scanNot analysed yet
Οὐχ οὕτως ὁ ὑψηλὸς Ἰωάννης, οὐχ οὕτως ἐκείνη ἡ βροντῶσα φωνὴ τῆς θεολογίας κηρύσσει μυστήριον ὅς καὶ Υἱὸν ὀνομάζει Θεοῦ, καὶ πάσης ἐμπαθοῦς ὑπολήψεως ἐκκαθαίρει τὸ κήρυγμα. Ἰδοὺ γὰρ πῶς προθεραπεύει τὴν ἀκοὴν ἐν τοῖς προοιμίοις τοῦ Εὐαγγελίου. Ὅση γὰρ ἐν τῷ διδασκάλῳ προμηθεια τοῦ μὴ τινὰ τῶν ἀκούοντων εἰς ταπεινὰς ὑπολήψεις καταπέσειν, πρὸς ἀτόπους τινὰς ὑπονοίας ἐξ ἀμαθείας ἀπολισθάναντα! Ἄς γὰρ ἂν μάλιστα πρῶτον πλάθος ἀπαγάγοι τὴν ἀγύμναστον ἀκοήν, οὐχ Υἱὸν εἶπεν ἐν προοιμῷ, οὐ Πατέρα, οὐ γέννησιν, ἵνα μὴ τις ἐν πρώτοις ἢ Πατρὸς ἀκούσας, κατασυρῇ πρὸς τὴν πρόχειρον ἔμφασιν τοῦ ὀνόματος, ἢ Υἱὸν μαθὼν κηρυσσόμενον, κατὰ τὴν ὀδὲ συνήθη νοήσιν τὸ ὄνομα, τῇ προπταίᾳ τῇ ῥήματι τῆς γεννήσεως, ὡς λίθῳ προσκόμματος· ἀλλ᾽ ἀντὶ μὲν Πατρὸς, ἀρχὴν ὀνομάζει, ἀντὶ δὲ τοῦ ἐγεννήθη, τὸ ἦν, ἀντὶ δὲ τοῦ Υἱοῦ, τὸν Λόγον, καὶ φησίν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ποῖον ἐν τούτοις πάθος; εἴπε μοι· καὶ ἦν, καὶ Λόγος· μὴ πάθος ἡ ἀρχή, μὴ ἐν πάθει τὸ ἦν, μὴ διὰ πάθους ὁ Λόγος; Ἡ ἐπειδὴ πάθος ἐν τοῖς εἰρημένοις οὐκ ἔστιν, οὐδὲ τὸ οἰκεῖον συνεκφραίνεται τῷ κηρύγματι. Καὶ τοιγε πῶς ἂν ἕτερος μᾶλλον διαφανείη τὸ κατ᾽ οὐσίαν κοινὸν τε καὶ γνήσιον, καὶ τὸ συναϊδιάζον τοῦ λόγου πρὸς τὴν ἀρχήν, ἢ διὰ τούτων τῶν λόγων; Οὐ γὰρ εἶπεν, Ἐκ τῆς ἀρχῆς ἐγεννήθη ὁ Λόγος, ἵνα μὴ τινὶ παρατατικῷ νοήματι τῆς ἀρχῆς διαζεύξη τὸν Λόγον, ἀλλ᾽ ὁμοῦ τῇ ἀρχῇ συνεκήρυξε, κοινὸν εἰπὼν τῆς ἀρχῆς τε καὶ τοῦ Λόγου τὸ ἦν· ἵνα μὴ ἐρωτησῇ μετὰ τὴν ἀρχὴν ὁ Λόγος, ἀλλὰ φθάσῃ τὴν ἀκοὴν τῷ κηρύγματι, πρὶν μόνην τὴν ἀρχὴν ἐφ᾽ αὐτῆς παραδέξασθαι, τῇ περὶ τῆς ἀρχῆς πίστει συνελθεῖν. Εἶτα φησι, Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Ἔτι δέδοικεν ἡμῶν ὁ εὐαγγελιστὴς τὸ ἀγύμναστον·