Ancient Greek
328.3
Gregorius Nyssenus Theol., Contra Eunomium 328.3
Unproofread scanNot analysed yet
Φησὶ γὰρ τὰ ποιούντα καὶ πάσχοντα κοινωνεῖν ἀλλήλοις τῆς φύσεως, καὶ μετὰ τὴν ἐκ σωμάτων γέννησιν, τὰς τεχνικὰς ἐπὶ τῶν ὅλων δημιουργίας ἐκτίθεσθαι. Ἐπεξῆλθεν τοίνυν ὁ ἀρχὴνους ἀχραστὴς διὰ τούτων, πῶς ἐκπίπτει τοῦ ἰδίου σκοποῦ τοῖς ἀεὶ κατὰ τὸ συμβὰν παρευρισκομένοις ἐπιπλανώμενος. Τὸ ποιῶν καὶ πάσχον ἐν τοῖς διὰ σαρκὸς γινομένοις ἐπὶ τῆς αὐτῆς οὐσίας ὁρᾷ ὡς τοῦ μὲν, μεταδιδόντος τῆς οὐσίας· τοῦ δὲ, μεταχόντος. Οὕτως οὐδὲ δι' ἀκριβείας ἐν τῇ τῶν ὄντων φύσει ὁρᾷν τὴν ἀλήθειαν, ὥστε χωρίζεσθαι τῆς οὐσίας τὸν μεταδιδόντα καὶ τὸν μετέχοντα, καὶ ἄλλον ἐφ' ἑαυτοῦ δίχα τῆς οὐσίας εἶναι λέγειν τούτων ἑκάτερον. Ὁ γὰρ μεταλαμβάνων ἡ μεταδιδούς, ἕτερος πάντως ἐστὶ παρὰ τὸ μετεχόμενον τε καὶ διδόμενον. Ὡς δεῖν πρότερον ἐφ' ἑαυτοῦ νοεῖσθαι τινα καθ' ὑπόστασιν ἰδίαν ὁρώμενον. Εἰθ' οὕτω λέγειν περὶ αὐτοῦ ἢ διδόναι, ἢ ἔχειν, ἢ δ μὴ προέχει προσιέσθαι. Καὶ τοῦτον οὕτως ἐπιχεισάτως ἐκπτεύσας τὸν λόγον, καὶ ἐφ' ἑαυτὸν πάλιν ἑαυτὸν ἀνατρέπων ὁ σοφὸς οὐκ αἰσθάνεται. Καὶ γὰρ ὁ τὴν ὑποκειμένην ὕλην διὰ τῆς τέχνης πρὸς τὸ δοκοῦν σχηματίζων, ποιεῖ τι πάντως διὰ τῆς ἐνεργείας, καὶ ἡ ὕλη παρὰ τοῦ ἐνεργοῦντος τὴν τέχνην ἐν τῷ πάχειν τὸν σχηματισμὸν ἀναδέχεται. Οὐ γὰρ ἀπαθὴς καὶ ἀντίπτοπος ἡ ὕλη μένουσα, τὴν ἐκ τῆς τέχνης μορφὴν παραδέχεται. Εἰ τοίνυν καὶ ἐπὶ τῶν κατὰ τέχνην ἐνεργουμένων οὐκ ἂν τι γένοιτο, μὴ πάθους καὶ ἐνεργείας συνδεδραμηκότων ἀλλήλοις πρὸς τὸ γινώμενον, πῶς ἐστὶ διὰ τούτων ἐφίστασθαι τοὺς παρ' ἑαυτοῦ λεγομένους τὸν λογογράφον οἰεῖσθαι, ὅς ἐν πάθει καὶ ἐνεργεία τὴν κοινωνίαν τῆς οὐσίας ἀποφαινόμενος, κινδυνεύει μὴ μόνον τῷ γεννηθέντι προσμάρ-