Ancient Greek
334.2
Gregorius Nyssenus Theol., Contra Eunomium 334.2
Unproofread scanNot analysed yet
Κάκεῖνος τοίνυν τοῦτο πρῶτον ἐπιδειξάτω, τὸ μάτην πεπιστευκέναι τὴν Ἐκκλησίαν ἀληθῶς εἶναι τὸν μονογενῆ Υἱόν, οὐ κατὰ θέσιν εἰσποιηθέντα ψευδονύμῳ Πατρὶ· ἀλλὰ κατὰ φύσιν γεννητῶς ἐκ τοῦ ὄντος ὄντα, μὴ ἀπεξενωμένον τῆς τοῦ γεννήσαντος φύσεως. Ταῦτα πρῶτον ὡς ψευδῆ διελεγχάτω, καὶ τότε περὶ τῶν ἀκολούθων διεξιὼν πιθανὸς ἔσται. "Ὡς δ' ἂν τὸ πρῶτον ἀναπόδεικτον ἦ, φλυαρίας ἐστὶν ἐμφυχωμεν τοῖς δευτέροις. Καὶ μοι μηδὲς ὑποκρούετω καὶ τὸ παρ' ἡμῶν διωμολογούμενον διὰ κατασκευῆς κυρωθῆναι· ἀρχεὶ γὰρ εἰς ἀπόδειξιν τοῦ ἡμετέρου λόγου τὸ ἔχεν πατρόθεν ἤκουσαν πρὸς ἡμᾶς τὴν παράδοσιν, οἷον τινὰ κλῆρον δι' ἀκολουθίας ἐκ τῶν ἀποστόλων διὰ τῶν ἐφεξῆς ἁγίων παραπεμφθέντα· οἱ δὲ πρὸς τὴν καινότητα ταύτην μετατιθέντες τὰ δόγματα, πολλὴν ἂν δέοιντο τῆς ἐκ τῶν λογισμῶν συμμαχίας, εἰ μέλλοιεν μὴ τοὺς κοινωτοῦδεῖς τῶν ἀνθρώπων καὶ εὐρίπστους, ἀλλὰ καὶ τοὺς ἐμβριθεῖς τε καὶ βεβηχότας ταῖς διανοίαις προσάγεσθαι· Ὡς δ' ἂν ἀκατάσχετος αὐτὸς καὶ ἀναπόδεικτος ὁ λόγος προφέροιτ' ἂν, τίς οὕτως ἑλθὼς καὶ κτηνώδης, ὡς τῶν εὐαγγελιστῶν τε καὶ ἀποστόλων, καὶ τῶν καθ' ἕξῆς ἐν ταῖς Ἐκκλησίαις διαλαμψάντων, παθονεστέραν τὴν διδασκαλίαν διὰ τῆς ἀναποδείκτου φλυαρίας ποιήσασθαι;