Ancient Greek
335.1
Gregorius Nyssenus Theol., Contra Eunomium 335.1
Unproofread scanNot analysed yet
δείκνυσιν, οὐκ ἀρνοῦμεθα. Ὅτιὰ δὲ, καθὼς ἔφησιν ὁ Προφήτης, κατηρτίσθαι καὶ ἡμῖν πρὸς ἀκοὴν εὐσύντον, ὁμολογοῦμεν. Διόπερ οὐδὲν διὰ τῆς συναφείας τῶν ἀκοινωνήτων ὀνομάτων εἰς τὴν τῶν σημαινόμενων σύγχυσιν ὑπάγμεν· ἀλλὰ χῶν δὲ μέγας Ἀπόστολος κατὰ ταῦτόν ὀνομάσῃ ξύλα καὶ χόρτον, καὶ καλάμην, χρυσὸν τε καὶ ἄργυρον καὶ λίθους τιμίους· καὶ τὸν ἀριθμὸν τῶν μνημονευθέντων ἐπὶ κεφαλαιοῦ συλλογιζόμεθα, καὶ τὴν φύσιν ἑκάστου τῶν κατῳνομασμένων ἰδιαζόντως οὐκ ἀγνοῦμεν· οὕτω καὶ νῦν γεννήματος καὶ ποιήματος κατὰ ταῦτόν μνημονευθέντων, ἐκ τῶν φωνῶν ἐπὶ τὰ σημαίνόμενα μεταβάντες, οὐ τὴν αὐτὴν ἑκάστῳ τῶν ὀνομάτων ἐνθεωροῦμεν διάνοιαν. Ἄλλο γὰρ τὶ τὸ κτίσμα, καὶ ἕτερον σημαίνει τὸ γέννημα · ὥστε κἂν ἐκεῖνος μιγύνῃ τὰ ἀμίχτα· ὁ συνετὴς ἀκροατὴς διακεκριμένως ἀκούσεται καὶ δείξει τῶν ἀδύνατον εἶναι τὴν τοῦ γεννήματος καὶ τῶν τοῦ κτίσματος προσήγοριαν, μίαν τινὰ φύσιν εἰς ἑαυτὴν δέξασθαι. Εἰ γὰρ τὸ ἕτερον ἀληθεύοιτο τούτων, ψεῦδος ἐξ ἀνάγκης ἔσται τὸ ἕτερον. Ὥστε εἰ κτίσμα εἴη, μὴ εἶναι γέννημα· καὶ τὸ ἐμπάλιν, εἰ γέννημα λέγοιτο, ἀληθευοῦσθαι τὴς ἐπωνυμίας τοῦ κτίσματος. Ἀλλὰ φησιν ὁ Εὐνόμιος, εἰς ἑαυτὴν δέξασθαι τοῦ Υἱοῦ τὴν οὐσίαν τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσήγορίας.