Ancient Greek
340.58
Gregorius Nyssenus Theol., Contra Eunomium 340.58
Unproofread scanNot analysed yet
χὼν τῷ στόματι Κύριον ὁμολογοῦν, διεφθάρησαν, καθὼς ὁ Προφήτης φησὶ. Διὰ τοῦτο φημὶ χρήναι πρὸς τὸν νοῦν βλέπειν διὰ τῆς λέξεως, ἡμέτερος καὶ οὐχὶ τῶν ἐναντίων ἐστὶ (α) λόγος. Εἰ δὲ τις Υἱοῦ ὄνομα τῇ κτίσει τίθεται, ἐν τοῖς εἰδωλολάτραις τετάξαται. Καὶ γὰρ ἐκεῖνοι καὶ τὸν Δάγωνα, καὶ τὸν Βηλὸν, καὶ τὸν δράκοντα Θεὸν ὀνόμαζον, ἀλλ’ οὐ διὰ τοῦτο καὶ τὸν Θεὸν προσεκύνησαν. Οὐ γὰρ Θεὸς τὸ ξύλον, καὶ ὁ χαλκὸς καὶ τὸ θηρίον.