Ancient Greek
343.3
Gregorius Nyssenus Theol., Contra Eunomium 343.3
Unproofread scanNot analysed yet
Ἄλλα ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. Οὐδὲν φησιν ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν τοῦ Υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν· τί νοῶν ταῦτα λέγει; Δύο γὰρ ἀπ’ ἀλλήλων διακρίνας ὀνόματα, καὶ τὰ δι’ αὐτῶν σημαίνόμενα συνδιαχωρίσας τῷ λόγῳ, κατ’ αὐτοῦ ἐκάτερον ἰδιαζόντως ἐκτίθεται, ἐν ὀνομα ἡ γέννησις, καὶ ἕτερον ὄνομα ἡ οὐσία. Δέχεται, φησίν, ἡ οὐσία τὴν γέννησιν, ἄλλο τι οὖσα δηλονότι παρὰ τὴν γέννησιν. Εἰ γὰρ ἡ γέννησις οὐσία ἦν, ὅπερ δὴ συνεχῶς ἀποφαίνεται· ὥστε τὰς δύο προσοχρίας ἰσοδυναμεῖν ἀλλήλων κατὰ τὴν ἔμφασιν, οὐκ ἂν εἴπειν ὅτι δέχεται ἡ οὐσία τὴν γέννησιν· ἴσον γὰρ ἂν ἦν τὸ εἰπεῖν, ὅτι τὴν οὐσίαν ἡ οὐσία, ἢ ὅτι τὴν γέννησιν ἡ γέννησις δέχεται, εἴπερ ταύτῃ ἦν τῇ οὐσία ἡ γέννησις. Οὐχὼν ἄλλο μὲν τι νοεῖ τὴν γέννησιν, ἄλλο δὲ τὴν οὐσίαν τὴν γέννησιν δέχεται. Οὐ γὰρ ἂν ἦν ταύτῳ τῷ ὑποδεχομένῳ τὸ λαμβανόμενον. Τοῦτο μὲν οὖν ἡ σοφὴ τοῦ λογογράφου τεχν-