Ancient Greek
345.2
Gregorius Nyssenus Theol., Contra Eunomium 345.2
Unproofread scanNot analysed yet
D Διαβάλλει γὰρ ἐν τοῖς ἐφεξὴς πάλιν ἡμᾶς ὡς ταῖς ἀνθρωπίνοις ὁμοιώσεσιν ἀτιμάζοντας τοῦ Υἱοῦ τὴν γέννησιν, καὶ μέμνηται γε τῶν γεγραμμένων τῷ ἡμετέρῳ πατρὶ περὶ τούτων· ἐν οἷς φησι, δύο σημαίνεσθαι ἐκ τῆς τοῦ Υἱοῦ φωνῆς, τὴς τε διὰ πάθους συστάσεως, καὶ τῆς πρὸς τὸν γεγεννηκότα γνησιότητος· τὸ μὲν ἀπρεπὲς καὶ σαρκῶδες ἐν τοῖς θείοις μὴ προσδέσθαι λόγοις· τὸ δὲ ὅσον εἰς μαρτυρίαν τῆς τοῦ Μονογενοῦς δόξης ἐστὶ, τοῦτο μόνον ἐν τοῖς ὑψηλοῖς παραλαμβάνεσθαι δόγμασι. Τίς οὖν ἀτιμάζει ταῖς ἀνθρωπίνοις ὑπολήψεσι τοῦ Υἱοῦ τὴν γέννησιν, ὁ ἐξορίζων τῆς θείας γεννήσεως τὸ παθητὸν καὶ ἀνθρώπινον, ἀπαθῶς δὲ συνάπτων τὸν Υἱὸν τῷ γεννήσαντι; ἢ ὁ κοινοποιῶν πρὸς τὴν κάτω κτίσιν τὸν τῆ