Ancient Greek
359.38 to 359.51
Gregorius Nyssenus Theol., Contra Eunomium 359.38-51
Unproofread scanNot analysed yet
ὑπερυψώσεως. Ἄλλα χρὴ πρὸς ταῦτα πάλιν τὸν τοῦ κατηγοροῦ λόγον συνήγορον τῆς ἡμετέρας ἀπολογίας προστήσασθαι. Οὐκοῦν ἐρωμὲν ἐπὶ λέξεως τὰ παρ' ἐκείνου τεθέντα, δι' ὧν ἡμέτερος συνίσταται λόγος, τοῦτον τὸν τρόπον· Ὁ μακάριος, φησίν, Ἰωάννης τὸν Θεὸν Λόγον, δι' οὗ τὰ πάντα τέγετο, ἐν σαρκὶ τεγε- νετο. Ἄρα συνιείς ἃ γράφει, ταῦτα τῷ ἰδίῳ λόγῳ προσέθηκεν; Ἐγὼ μὲν οὐκ οἶμαι τὸν αὐτὸν καὶ τὴν τοῦτων εἰδέναι διάνοιαν, καὶ πρὸς τὸν ἡμέτερον διαμάχεσθαι λόγον. Εἰ γὰρ τις ἀκριβῶς ἐπισκέψαιτο τὰ λεγόμενα, οὐδεμίαν ἐν τούτοις εὑρήσει πρὸς ἀλλήλα τῶν τε παρ' ἡμῶν καὶ τῶν παρ' ἐκείνου λεγομένων τὴν μάχην. Ἡμεῖς τε γὰρ καὶ τὰ διὰ σαρκὸς οἰκονομηθέντα κατ' ἰδίαν ὁρῶμεν, καὶ τὴν θείαν δύναμιν ἐξ' ἑαυτῆς νοοῦμεν· ἐκεῖνος τε παραπλησίως ἡμῖν