Ancient Greek
359.54.24 to 359.54.36
Gregorius Nyssenus Theol., Contra Eunomium 359.54.24-36
Unproofread scanNot analysed yet
Καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν θεωρεῖται τρό- C πον· οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις, οὔτε δακρύει τὸν κείμενον ἡ ἀπαθὴς ἔχουσα, ἀλλ’ ἴδιον τοῦ μὲν ἀνθρώπου τὸ δάκρυον· ἡ δὲ ζωὴ τῆς ὄντως ζωῆς· οὐ τρέφει τὰς χιλιάδας ἡ ἀνθρωπίνη πτωχεία, οὔτε τρέχει ἐπὶ τὴν σκηνὴν ἡ παντοδύναμος ἔχουσα. Τίς ὁ κοπιῶν ἐκ τῆς ὁδοιπορίας, καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑποστῆσας τῷ λόγῳ; Τί· τοτῆς δόξης ἀπαύγασμα; Τί τὸ τοῖς ἥλοις διαπειρούμενον; Ποία μορφὴ ἐπὶ τοῦ πάθους βαπτίζεται, καὶ ποία ἐξ ἀδίου δοξάζεται; φανερὰ γὰρ ταῦτα κἂν μὴ τις ἐξερμηνεύσῃ τῷ λόγῳ, ὅτι αἱ μὲν πληγαὶ τοῦ δούλου, ἐν ᾧ ὁ Δεσπότης· αἱ δὲ τιμαὶ τοῦ Δεσπότου περὶ ὃν ὁ δοῦλος· ὡς διὰ τὴν συνἀρτιαν τε καὶ συμφωνίαν κοινὰ γίνεσθαι ἐκατέρας τὰ ἀμόφερα, τοῦ Δεσπότου τοὺς δουλικούς μύλωπας εἰς ἑαυτὸν ἀναλαμβάνοντος, καὶ τοῦ δούλου τῇ Δεσποτικῇ δοξαζομένῳ τιμῇ· διὰ τοῦτο γὰρ καὶ τοῦ Κυρίου τῆς δόξης ὁ σταυρὸς λέγεται, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.