Ancient Greek
366.1
Gregorius Nyssenus Theol., Contra Eunomium 366.1
Unproofread scanNot analysed yet
μονιγενὴς Θεός, καὶ παθητὸς ὁ Χριστὸς εἶναι πιστεύεται, καὶ ὁ Λόγος διὰ τῶν ἐναντίων οὐ ψεύδεται, τὸ πρόσφορον ἑκατέρῳ τῶν ὀνομάτων ἐν τοῖς νοήμασιν ἐφαρμόζων. Εἰ οὖν ταῦτα φρονεῖν ἐχ· θεοπνεύστου διδασκαλίας ἐμάθασμεν· πῶς ἀνθρώπῳ κοινῷ τὴν αἰτίαν τῆς σωτηρίας ἡμῶν ἀνατίθεμεν; Εἰ δὲ τὴν τοῦ μακαρίου Πέτρου Ἐποίησερ φωνὴν, οὐχ εἰς τὸ προαιώνιον τῆς ὑποστάσεως, ἀλλ’ εἰς τὸ πρόσφατον τῆς · οἰκονομίας βλέπειν διορτάμεθα, τί τοῦτο κοινωνεῖ τῷ ἐγκλήματι; Ὁ γὰρ μέγας οὗτος Ἀπόστολος, τὸ περὶ τὴν τοῦ δούλου μορφὴν ὁρῶμενον, ἐκεῖνο διὰ τῆς ἀναλήψεως πεποιήσθαι φησιν, ὅπερ ὁ ἀναλαβὼν κατὰ τὴν ἑαυτοῦ φύσιν ἦν. Καὶ γὰρ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, τὸ ἴσον ἔστι παρὰ τοῦ Παύλου μαθεῖν λέγοντος, ἀπόστολον καὶ ἀρχιερέα τὸν Ἰησοῦν παρὰ τοῦ Θεοῦ γεγενῆσθαι, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Κάκει γὰρ τὸν τῷ ἰδίῳ αἵματι περὶ ἁμαρτιῶν ἡμῶν ἱερατικῶς ἱλεωμένον, ἀρχιερέα κατονόμασας· οὐ τὴν πρώτην τοῦ Μονογενοῦς ὑποστάσιν διὰ τῆς ἐποίησερ λέξεως ἀπαγγέλλει, ἀλλὰ τὴν συνήθως ἐπὶ τῆς τῶν ἱερῶν ἀναδείξεως ὀνομαζομένην χάριν παραστήσαι θέλων, φησι τὸ ἐποίησερ. Ἰησοῦς γὰρ, καθὼς φησὶ Ζαχαρίας, ὁ ἀρχιερεὺς ὁ μέγας, ὁ τὸν ἴδιον ἀμνόν, τοῦτ’ ἐστὶ τὸ ἴδιον σῶμα, ὑπὲρ τῆς κοσμικῆς ἁμαρτίας ἱερουργήσας, ὁ διὰ τὰ παιδία τὰ κεκοινωνηκότα σαρκὸς καὶ τοῦ αἵματος καὶ αὐτὸς παραπλησίως συμμετασχὼν τοῦ αἵματος, οὐ καθὼ ἐν ἀρχῇ ἦν. Λόγος ὢν καὶ Θεός, καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ ὢν ἴσα Θεῷ· ἀλλὰ καθὼ ἐκένωσεν ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ προσήγαγε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν· οὕτως ἐγένετο ἱερεὺς, πολλάκις ὑστερον γενεαῖς, κατὰ τὴν τάξιν Μελχισεδέκ. Οἶδε δὲ πάντως τὸ περὶ τούτου μυστήριον, ὁ μὴ παρέχων τὴν πρὸς Ἑβραίους καθομιλήσας λόγῳ. Ὁμοίως οὖν ἐνταῦθα τε ἱερεὺς καὶ ἀπόστολος, κάκει Κύριος καὶ Χριστὸς πεποιήσθαι λέγεται· τὸ μὲν, ὡς πρὸς τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν τὴ δὲ διὰ τὴν πρὸς τὸ Θεὸν τοῦ ἀνθρώπινου μεταδολὴν τε καὶ μεταποίησιν· ποίησιν γὰρ ὁ Ἀπόστολος λέγει τὴν μεταποίησιν. Οὐκοῦν πρόδηλος ἡ συχοφαντία τῶν ἐναντίων, τὰ τῆς οἰκονομίας, ῥήματα εἰς τὴν προαιώνιον ὑπόστασιν ἐπιπρεαστικῶς ἀρπαζόντων. Οὐδὲ γὰρ ὁμοίως ἐμάθωμεν παρὰ τοῦ Ἀποστόλου γινώσκειν Χριστὸν νῦν τε καὶ πρότερον, οὕτως εἰπόντων τοῦ Παύλου, ὅτι Εἰ καὶ ἐγνώκαμέν ποτε κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ὡς ἐκείνης τῆς γνώσεως τὴν πρότερον οἰκονομίαν δηλοῦντος, τοῦτο δὲ τὴν αἰδίον ὑπαρξιν. Οὐκοῦν μετρίως ἡμῖν ὁ λόγος ὑπὲρ τῶν ἐγκλημάτων ἀπολελόγηται, τὸ μήτε δύο νομίζειν Χριστούς ἢ Κυρίους, μήτε ἐνασιχύνεσθαι τῷ σταυρῷ, μήτε κοινὸν ἀνθρώπων ὑπὲρ τοῦ κόσμου πεποιθέναι δοξάζειν, μήτε μὴν τὸ ἐποίησερ εἰς τὴν τῆς οὐσίας κατασκευὴν οἴεσθαι φέρειν. Ἡς δὲ τοιαύτης τῆς ἡμῶν ὑπολήψεως, οὐ μικρὰν ἔχει παρ’ αὐτοῦ τοῦ καθηγοροῦ τὴν συμμερίαν ὁ λόγος, ἐν οἷς μεταξὺ καταφορικῶς ἡμῖν ἐπελαίνων τὴν γλῶσσαν, καὶ τοῦτο προφέρει, ὅτι Ταύτην μέντοι μάχηρ αὐτὸς πρὸς ἑαυτὸν ἀναφέρει Βασίλειος, καὶ δεῖ-