Ancient Greek
383.1
Gregorius Nyssenus Theol., Contra Eunomium 383.1
Unproofread scanNot analysed yet
A ποιητικῆς ἐξάπτον αἰτίας, οὐδὲ ἐν τοῖς πᾶσι δὲ τὸ ποιούν ἐξαριθμήσας· ὡς σαφῶς διὰ τούτων τὴς φύσεως διάφορον τοῦ κτιστοῦ πρὸς τὸ ἀκτιστον διαχόθηναι· καὶ ἄλλο μὲν τὸ ποιούν κατὰ τὴν ἰδίαν φύσιν, ἕτερον δὲ τὸ γινόμενον δεῖξωσθαι. Ἐπεὶ οὖν τὰ πάντα ἐκ τοῦ Θεοῦ, Θεὸς δὲ ὁ Υἱός· καλῶς ἡ κτίσις ἀντιδιατέλλεται τῇ θεότητι· τοῦ τὸ Μονογενοῦς ἄλλο τι παρὰ τὴν τῶν πάντων ὄντων φύσιν· καὶ οὐδὲ τῶν μαχομένων τῇ ἀληθείᾳ πρὸς τοῦτο ἐνισταμένων. Ἀνάγκη πᾶσα καὶ τῷ Υἱῷ κατὰ τὸ ἴσον ἀντιδιαίρεισθαι τὴν κτίσιν. Εἴπερ μὴ ψεύδονται δι’ αὐτοῦ γεγενήσθαι τὰ πάντα τῶν ἁγίων αἱ φωναὶ μαρτυρούμεναι.