Ancient Greek
389.1
Gregorius Nyssenus Theol., Contra Eunomium 389.1
Unproofread scanNot analysed yet
A ποτὲ ἐστιν, οὐδὲν ἦττον ἐν ἀδήλῳ μένει· οὕτω καὶ τῆς ἁγίας Γραφῆς τὰ μὲν λοιπὰ τῶν θείων ὀνομάτων κατὰ τοῦ ὄντος κατηγόρησεν, αὐτὸ δὲ τὸ ἄν ἀκατανόητον τῷ Μωσῇ παραδίδωσιν. Ὁ τοίνυν τοῦ ὄντος ἐκκαλύπτων τὴν φύσιν, μὴ τὰ περὶ τὸ ὄν διεξέεται, ἀλλ’ αὐτὴν ἡμῖν φανερῶσιν δι’ ὧν λέγει τὴν φύσιν. Πᾶν γὰρ ὅ τι περ ἂν εἴπης ὄνομα, περὶ τοῦ ὄν ἐστιν, οὐχ ἐκεῖνό ἐστιν· ἀγαθός, ἀγέννητος, ἀλλὰ τὸ ἐστιν, ἑκάστου τούτων οὐκ ἀπολείπεται. Τοῦτο τοίνυν τοῦ ὄντος ἀγαθοῦ, καὶ ὄντος ἀγεννήτου, καθὼς ἐστι, τὸν λόγον τὴς ἀποδοῦναι ἐπαγγελιάμενος, μάταιος ἂν εἴη· τὰ μὲν ἐπιθεωρούμενα λέγων· αὐτὴν δὲ σιωπῶν τὴν οὐσίαν ἂν ἐρμηνεύσειν τῷ λόγῳ κατεπαγγέλλεται. Τὸ γὰρ ἀγέννητον εἶναι, ἐν τῶν ἐπιθεωρουμένων ἐστὶ τῷ ὄντι. Ἄλλος δὲ τοῦ εἶναι, καὶ ἄλλος τοῦ πῶς B εἶναι ὁ λόγος. Ὃ μέχρι τοῦ νῦν ἀρρήτον τε καὶ ἀνερμήνευτον ἐκ τῶν εἰρημένων ἐστιν. Οὐχὸν φανερώτατον πρότερον ἡμῖν τὰ τῆς οὐσίας ὀνόματα· καὶ τότε τῇ παραλογίᾳ τῶν προσηγῶν διατεμεντὸ τὴν φύσιν. Ἐως δ’ ἂν ἀνεκφώνητον τὸ ζητούμενον μένη, μάτην αὐτὴ καὶ περὶ τῶν ὀνομάτων τετεχνολήται, τῶν ὀνομάτων οὐχ ὄντων.