Ancient Greek
390.1
Gregorius Nyssenus Theol., Contra Eunomium 390.1
Unproofread scanNot analysed yet
καὶ θρόνοι, καὶ ἐξουσίαι, καὶ δυνάμεις, καὶ κυριότητες· ταῦτα δὲ τὰ ὀνόματα τοιαῦτά ἐστιν, ὡς αὐτόθεν παντὶ προδηλὸν εἶναι, τὸ κατ’ ἐνέργειαν τινὸς τετάχθαι τὰ σημαίνόμενα. Τὸ γὰρ ἄρχειν, καὶ τὸ ἐξουσιάζειν, καὶ τὸ κυριεύειν, καὶ τὸ θρόνιον εἶναι τινος· ταῦτα πάντα οὐχ ἂν ὁ λελογισμένος εἰς οὐσιῶν διαφορὰς ἐπαγάγη, προδηλῶν τῆς ἐνεργείας ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαινούσης. Ὥστε ὁ λέγων φύσεων διαφορὰς ἐν τοῖς κατειλεγμένοις ὀνόμασι παρὰ τοῦ Παύλου σημαίνεσθαι, φρεναπατᾷ ταυτόν, καθὼς φησιν ὁ Ἀπόστολος, μὴ εἰδὼς μήτε ἃ λέγει, μήτε περὶ τίνων διαδιδασκώτως ἀνατρέχει, καὶ οὐ πρόσφορον, ἀλλ’ ἐξ ἀδίδου τὸν Υἱὸν ὅντα δείκνυσιν, ἐκ τε τοῦ τῷ Μωϋσεῖ εἰρημένου, Ἐγὼ εἰμὶ ὁ ὢν, τῷ δὲ Μαρναθ, Ἵνα τὶ ἐρωτῇς τὸ ὄνομά μου· καὶ τοῦτο ἐστιν θαυμαστόν. Πρὸς τούτοις καὶ ὁ Δαβὶδ πρὸς τὸν Θεὸν φησι, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἄλλα καὶ ὁ Ἡσαΐας, Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. Καὶ ὁ εὐαγγελιστής, Ἐν ἀρχῇ ἦν, καὶ πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν· καὶ μήτε ἀρχὴν, μήτε τέλος ἔχοντα· εἰδωλολάτραις δὲ τοὺς πρόσφορον δὲ οὐχ ὅντων αὐτῶν λέγοντας ἀποδείκνυσιν. Ἐν οἷς καὶ τὸ ἀπαύγασμα τῆς δόξης, καὶ τὸν χαρακτῆρα τῆς ὑποστάσεως παρχάλως διεργάζεται.