Ancient Greek
391.3
Gregorius Nyssenus Theol., Contra Eunomium 391.3
Unproofread scanNot analysed yet
Τὰ μὲν ἰσχυρὰ τῶν τοῦ Εὐνομίου τοιαῦτα. Ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυναμῶν οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπαδειγμένων τῷ λόγῳ, σιωπᾶν ὀρμᾶ δεῖν ἐπὶ τῶν ὑπολοίπων, τοὺς κατὰ τῶν ἰσχυρῶν ἐλέγχους καὶ τῶν ἄλλων τῇ δυνάμει συναπτελεγχθέντων· καθάπερ ἐπὶ τῶν πολέμων συμβαίνει, τοῦ δυνατωτέρου τῶν ἄλλων καταπεσόντος, μηκέτι τὸ λειπόμενον τῆς στρατιᾶς ἐν λόγῳ τινὶ τοῖς κεκρατηκόσι τοῦ ἰσχύοντος γίνεσθαι. Ἀλλ’ οὐκ ἐξ αἰωπῶν τὸ κεφάλαιον τῆς βλασφημίας ἐν τοῖς ἐφεξῆς τοῦ λόγου προκείμενον. Τὴν γὰρ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τοῦ Μονογενοῦς παράδοσις, τοῦτο· δὴ τὸ φρικτὸν τε καὶ ἀθεον, καὶ πάσης ἀσβελίας φευκτότερον δόγμα τοῦ Εὐνομίου, νῦν ἐν τῇ ἀκολουθίᾳ τοῦ λόγου κατασκευάζεται. Καὶ ἐπειδὴ πᾶσι τοῖς διὰ τῆς ἀπάτης ταύτης γεγοητευμένοις, ἕτοιμον ἐπὶ γλώσσης ἐστὶν εἰς κατασκευήν τοῦ ἐκ μὴ ὄντος εἶναι τὸν Μονογενῆ, καὶ πᾶσαν τὴν κτίσιν ἐξ οὐκ ὄντων ποιήσαντα, τὸ λέγειν, Εἰ ἦν, οὐ γεγέννηται· καὶ εἰ γεγέννηται, οὐκ ἦν· καὶ πολλὴν ἔχει διὰ τοῦτον ἡ ἀπάτη τὴν συμμάχην, τῶν μικροψυχότερων ἐν τῇ ἐπιπολαίῳ ταύτῃ πιθανότητι στενοχωρουμένων, καὶ πρὸς κατάθεσιν τῆς βλασφημίας ὑπαγομένων· ἀνάγκη μὴ παρελθεῖν τὴν ῥίζαν τῆς πικρίας τοῦ δόγματος· ἵνα μὴ, καθὼς φησιν ὁ Ἀπόστολος, ἄνω φύουσα διοχλή. Πρῶτον δὲ σημε δεῖν αὐτὸν ἐφ’ ἑαυτοῦ τὸν λόγον κατανοῆσαι, δίχα τῆς πρὸς τοὺς ἐναντίους μάχης· εἰθ’ οὕτως ἐπὶ τὴν ἐξετασιν τε καὶ τὸν ἔλεγχον τῶν ἐκτεθέντων ἐλθεῖν.