Ancient Greek
392.1.1 to 392.1.14
Gregorius Nyssenus Theol., Contra Eunomium 392.1.1-14
Unproofread scanNot analysed yet
ριστον εν τῷ εἶναι καταλαμβάνεται· καὶ πᾶν τὸ περὶ αὐτὸ θεωρούμενον ἀεὶ ὡσαύτως ἔχει, οὔτε προσγιγνόμενον οὔτε ἀπογιγνόμενον. "Ὅστε εἴ τις λέγοι περὶ θεοῦ, ὅτι πρότερον μὲν ἦν, νῦν δὲ οὐκ ἔστιν, ἢ ὅτι νῦν μὲν ἔστι, πρότερον δὲ οὐκ ἦν, ἐπίσης ἀθεον χρήνομεν τῶν εἰρημένων ἐκάτερον· καλοῦσθαι γὰρ ἑκάμερος δι' ἀμφοτέρων οἱ τῆς ἀδιότητος λόγος, καθ' ἑκάτερον μέρος ὁμοίως τῷ ἀνυπάρκτῳ περιικοπτόμενος. Εἰ προσθεμενοῖς τις τὸ μὴ ἄν τοῦ ὄντος, εἴπε καταλήγειν τὸ ὂν εἰς τὸ μὴ ὂν ἀποφαίνεται, καὶ οὕτως παραμυθεῖται· τὴν ἀσέβειαν περὶ τοῦ θεοῦ ὑπολήψιν, ἐν πρώτοις ἢ τελευταίως ἐπιβρυλλούμενον τῷ θεῷ τὸ ἀνύπαρκτον. Διὰ τοῦτο τὴν περὶ τοῦ μὴ εἶναι ποτε τὸν ὄντος ὄντα κατασκευὴν, ἀρνηνὶ τε καὶ ἀθέτησιν τῆς ἀληθινῆς θεότητος εἶναι διορίζομεθα. "Επειδὴ γὰρ ὁ μὲν διὰ τοῦ φωτὸς ἐαυτὸν τῷ Μωσῇ δεῖξας, ὄντα ἐαυτὸν ὀνομάζει, λέγων, "Ἐγώ εἰμι ὁ ὤν. "Ἡστας δὲ καθάπερ βργανον τοῦ ἐν αὐτῷ φθεγγομένου γενόμενος, ἐκ προσώπου λέγει τοῦ ὄντος, ὅτι "Ἐγώ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, ὡς διὰ τούτου νοεῖσθαι καθ' ἑκατέραν ἔννοιαν ἐπὶ θεοῦ τὸ ἀδίων. "Ὁμοίως δὲ καὶ ἡ πρὸς τὸν Μανωὴν γενομένη φωνή, τὸ ἀπερίληπτον εἶναι διὰ τῆς τοῦ ὀνόματος σημασίας τὸ θεῖον ἐνδεικνύεται, ὅτε μαθεῖν ἀξιούντος τοῦ Μανωὴ τὸ ὄνομα ὡς προελθοῦσης εἰς ἔργον τῆς ἐπαγγελίας ἐπ' ὀνόματος δοξάσει τὸν εὐεργέτην, λέγει πρὸς αὐτόν· Τί τοῦτο ἐρωτᾷς ; καὶ αὐτὸ ὅστι θαυμαστὸν ὡς διὰ τούτου μαθεῖν, ὅτι ἐν ἔστι σημαντικὸν τῆς θείας φύσεως ὄνομα, τὸ ἀρρήτως περὶ αὐτῆς ἡμῖν θαῦμα κατὰ ψυχὴν ἐγνιγόμενον. "Ὡσαύτως δὲ καὶ ὁ μέγας Δαβὶδ, ἐν τοῖς καθ' ἑαυτὸ λόγοις, τὸ ἴσον βοᾷ, ὡς πάσης μὲν τῆς κτίσεως ὑπ' αὐτοῦ παραχθεῖσης εἰς γένεσιν, μόνου δὲ τοῦ θεοῦ ὡσαύτως ἀεὶ τε ὄντος, καὶ εἰσαεὶ διαμένουτος· ἐν οἷς φησι, Σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλειψοῦσι.