Ancient Greek
393.1
Gregorius Nyssenus Theol., Contra Eunomium 393.1
Unproofread scanNot analysed yet
Aθὼν τὸ πλήρωμα ὧν, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ὧν. Εἰ τοίνυν Μωϋσῆς μὲν οὖν τινα χαρακτῆρα τῆς ἀληθινῆς Θεότητος ἡμῖν νομοθετεῖ, τὸ μηδὲν ἄλλο περὶ Θεοῦ γινώσκειν, εἰ τοῦτο μόνον ὅτι ἐστί. Τοῦτο γὰρ ἐνδείκνυται τὸ, Ἐγώ εἰμι ὁ ὧν. Ἐσταλς δὲ τὸ πανταχόθεν ἀόριστον τοῦ ὄντος βαθὺ τῷ χρηρύγματι, μήτε δι' ἀρχῆς, μήτε διὰ τέλους βλέπον τὸ ἐν ἐκείνῳ Θεοῦ ὁριζόμενον. Ὁ γὰρ εἰπών, ὅτι Ἐγὼ πρῶτος καὶ μετὰ ταῦτα, ἐν οὐδετέρῳ τῶν ὅρων τῆς ἀϊδιότητος ἵστησιν ὡς μήτε πρὸς τὴν ἀρχὴν ὁρῶντας εὑρεῖν τι σημεῖον ἀφ' οὗ ἐστί, καὶ μεθ' οὗ οὐκ ἦν, μήτε πρὸς τὸ ἐφεξῆς τὴν διάνοιαν ἀνάγοντας, ὅρω τινὶ διακόπτειν τὸ ὄντος τὴν ἐπὶ τὸ ἀίδιον πρόοδον· τοῦ δὲ προφητοῦ Δαβὶδ πρόσφατον τι καὶ ἀλλοτρίων Θεῶν προσκυνεῖσθαι ἀπαγορευόντος, ὧν ἑκάτερον ἐν τοῖς B δόγμασιν ἐστὶ τῆς αἱρέσεως. Ἐν μὲν γὰρ τῷ μὴ ἀίδιῳ τὸ πρόσφατον, ἐν δὲ τῇ τῶν τοῦ ἀληθινοῦ Θεοῦ φύσεως ἀπεξευθῆσαι, τὸ ἀλλοτρίων σαφῶς ἐπιδείκνυται.