Ancient Greek
395.3
Gregorius Nyssenus Theol., Contra Eunomium 395.3
Unproofread scanNot analysed yet
ὡσπερ εἰ τις, λέγω δὲ καὶ ὑπόθεσιν, προαιρετικὴν τινα τῇ φλογὶ δύναμιν δοίη, ὁθλον ἂν εἴη ετι ὁμοῦ τῷ εἶναι ἡ φλὸξ καὶ τὴν αὐτὴν ἐκλάμπειν ἀφ’ ἑαυτῆς θελήσει· θελήσασα δὲ πάντως οὐκ ἀδυνατήσει, τῆς φυσικῆς δυνάμεως ἐπιτελεῖ ποιοῦσης ὁμοῦ τῇ συστήναι τὴν φλόγα, καὶ περὶ τῆς αὐγῆς βούλημα· ὡς ἀνανιρρήτως εἰ τοῦτο δοθεῖ τὸ προαιρετικῶς κινεῖσθαι τὴν φλόγα, πάντων κατὰ ταυτην τὴν συνορμὴν νοεῖσθαι, τῆς τε τοῦ πυρὸς ἐξάψεως, καὶ τοῦ περὶ τὴν αὐγὴν θελήματος, καὶ αὐτῆς τῆς αὐγῆς, ὡς μηδὲν τῆς προαιρετικῆς κινήσεως πρὸς τὴν ἀξίαν τῆς αὐγῆς ὑπόστασιν ἐμποδιζούσης· οὕτως κατὰ τὸ ἔτιθεν ἡμῖν ὑπόδειγμα, καὶ τῷ Πατρὶ τὸ ἀγαθὸν θέλημα συγχολογῶν, οὐχ ἀποστήσεις· διὰ τοῦ θελήματος τοῦ Πατρὸς τὸν Υἱόν. Οὐδὲ γὰρ εἰκὸς ἐστι τοῦ εἶναι αὐτὸν βούλημα, ἐμπόδιον τοῦ εὐθὺς εἶναι γίνεσθαι. Ἄλλ’ ὡσπερ ἐν τῷ ὀφθαλμῷ τὸ τε βλέπειν καὶ τὸ