Ancient Greek
399.2.1 to 399.2.14
Gregorius Nyssenus Theol., Contra Eunomium 399.2.1-14
Unproofread scanNot analysed yet
Προσθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥίζην ἔχουσαν οὕτως· Δύο, φησίν, ὄντων τῶν παρ’ ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως μὴ εἶναι τὴν οὐσίαν τοῦ Μονογενοῦς, καὶ τοῦ γεννηθεῖσαν πρὸ πάντων εἶναι. Ποῖον γεννήσεως εἶδος ὁ δογματιστὴς ἡμῖν προτείνει; Ἄρα τὸ πρὸς ἐπὶ θεοῦ νοεῖν τε καὶ λέγειν; Καὶ πῶς οὕτως ἄθεος ὥστε προεπιγνοῦν τοῦ θεοῦ τὸ μὴ εἶναι; Ἄλλὰ δῆλον ὅτι πρὸς τὴν ὕλικὴν ταύτην βλέπων γένεσιν, τὴν κάτω φύσιν τῆς περὶ τοῦ μονογενοῦς θεοῦ ὑπολήψεως ποιεῖται διδάσκαλον· καὶ ἐπειδὴ βοῦς, ἢ ὄνος, ἢ κάμηλος πρὸ τῆς ἰδίας γεννήσεως οὐκ ἔστιν, τοῦτο καὶ ἐπὶ τοῦ Μονογενοῦς βούλεται λέγειν, ὅ ἐπὶ τῶν ζῴων ἢ ἀκολουθία τῆς κάτω φύσεως διδάσκει βλέπειν, οὐδὲ τοῦτο νοῶν ὁ σωματικὸς θεολόγος, ὅτι τὸ μονογενὲς ἐπὶ θεοῦ λεγόμενον, αὐτῷ τῷ ῥήματι τὸ πρὸς πᾶσαν γένεσιν ἀκοινωνητὸν τε καὶ ἰδιάζον ἀποσημαίνει. Πῶς γὰρ ἂν εἴη μονογενὴς αὕτη ἡ γένεσις, εἰ κοινωνίαν κατὰ τὴν ἐμφασιν καὶ ταυτότητα πρὸς ἄλλην γένεσιν ἔχει; Τὸ γὰρ μόνον κατεξείρεται ἐπ’ αὐτοῦ νοεῖσθαι, ὁ οὐκ ἔστιν ἐπ’ ἄλλης κατανοησαί· γεννήσεως, κυρίως τε καὶ προσφῶς τῷ προορήματι τοῦ Μονογενοῦς ἐρμηνεύεται· ὡς εἴ γε εἰ τῆς κάτω γεννήσεως καὶ ἐπ’ αὐτοῦ θεωρεῖται, οὐκέτ’ ἂν εἴη Μονογενὴς, ὁ τῆς γεννήσεως ἰδίωμα πρὸς τὰ λοιπὰ τῶν γεννηθέντων κοινοποιούμενος· εἰ γὰρ τὰ αὐτὰ καὶ ἐπὶ τούτου λέγοιτο, ἂ καὶ ἐπὶ τῶν ἄλλων τῶν διὰ γεννήσεως προτιόντων εἰς τὸ εἶναι λέγεται, εἰς ἀδελφίχιν τινὰ σχέσιν τὸ τοῦ Μονογενοῦς σημαίνον με μετασκευάσει ὁ λόγος. Οὐχ οὖν εἰ τὸ ἀμικτὸν τε καὶ ἀκοινωνητὸν πρὸς τὰ λοιπὰ τῶν γινομένων ἐνδείκνυται τὸ τοῦ Μονογενοῦς σημαίνον, οὐδὲν τῶν περὶ τὴν κάτω γέννησιν ὁρωμένων, καὶ ἐπὶ τῆς ἐκ τοῦ Πατρὸς ὑποστάσεως τοῦ Υἱοῦ νοεῖσθαι καταδεξόμεθα.