Ancient Greek
402.1
Gregorius Nyssenus Theol., Contra Eunomium 402.1
Unproofread scanNot analysed yet
Υἱὸν πρὸ τοῦ γενέσθαι, ὅ ἐστιν ἀπαύγασμα δόξης (ἡ δὲ ἀκολουθεῖα συναναίρει τῇ τοῦ ἀπαυγάσματος ἀνυπαρξίᾳ καὶ τὴν τῆς δόξης ἀδιότητά· δόξα δὲ ὁ Πατήρ, ὅθεν τὸ μονογενὲς φῶς ἀναφανῆναι), νοησάτωσαν οἱ περιττοὶ τὴν σοφίαν, ὅτι σύμμαχοι τῶν Ἐπικουρείων δογμάτων ἀναπεφήνανται, καὶ προσχῆματι χριστιανισμοῦ τὴν ἀθεῖαν προσεβούευσις. Ἀπλῆς τοῖνυν κατὰ τὸ ἀκόλουθον τῆς ἀτοπίας ἀναφανείσης, ἡ καθόλου μὴ εἶναι τὸν Θεὸν λέγειν, ἢ μὴ ἀνάρχως εἶναι, ἐλέσθωσαν τὸ δοκοῦν ἐκ τῶν φανέντων, ἢ ἄθεοι λέγεσθαι, ἢ μηκέτι ἀνάρχων εἶναι τῷ Πατρὶ τὴν οὐσίαν λέγειν. Ἄλλὰ μὴν φεύγειν εἰκῶς αὐτοὺς τὸ ἄθεους νομίζεσθαι. Οὐκοῦν λείπεται τὸ μὴ εἶναι ἀρχὸν τὸν Θεὸν κατασκευάζειν. Εἰ δὲ τοῦτο ἢ τῶν ἀποδειχθέντων ἀκολουθεῖα συναναγκάζει, ποῦ αἱ ποικίλαι καὶ ἀστροφοι τῶν ὀνομάτων ἀντιστροφαι; Ποῦ ἡ ἀμήχανος τῶν συλλογισμῶν ἀνάγκη, διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν διαστολῆς τὰς γραώδεις ἀκὰς περιδομοῦσα; sunt consequentia cogit necessario, ubi variae et irretortae nominum reciprocae conversiones? ubi ine- luctabilis syllogismorum necessitas, per ingeniti cum genito differentiam circum aniles aures bom- bilans?