Ancient Greek
406.1
Gregorius Nyssenus Theol., Contra Eunomium 406.1
Unproofread scanNot analysed yet
διδοῦν δυντος καὶ εἰς τὸ ἀτελεύτητον παρατεινόντος. Ὁ ταῦτα προφέρων χείρευν λογίζεται, ὅσον μεταξὺ τῆς κτίσεως ἢ δεῦτε ἐστὶν τοῖς ἰδιώταις. Τῆς μὲν γὰρ θεότητος ἴδιον τὸ ἀνεπίδεκτον παντὸς τοῦ κατὰ τὸ ἀγαθὸν θεωρουμένου νοήματος· ἡ δὲ κτίσις ἐκ μεταοχῆς τοῦ βελτίονος ἐν τῷ καλῷ γίνεται· ἥτις οὐ μὲν τοῦ εἶναι ἡρᾶτο, ἀλλὰ καὶ τοῦ ἐν τῷ καλῷ εἶναι πάντοτε διὰ τῆς πρὸς τὸ κρεῖττον ἐπαυξήσεως, ἐν τῷ ἀρχεσθαι καταλαμβάνεται. Διότι οὐδέποτε ἐπὶ τοῦ κατειλημμένου ἵσταται· ἀλλὰ πᾶν τὸ κτηθὲν διὰ τῆς μετουσίας ἀρχὴ τῆς πρὸς τὸ μεῖζον ἀνόδου γίνεται. Καὶ κατὰ τὴν Παύλου φωνήν, οὐδέποτε παύεται τοῖς ἐμπροσθεν ἐπικτεινομένη, καὶ ληθὸν ποουμένη τῶν ὀπίσω. Ἐπεὶ οὖν ἡ μὲν θεότης αὐτὸς ἐστιν Θεὸς ὁ δὲ ὁ μονογενὴς, Θεὸς καὶ ζωή, καὶ ἀλήθεια, καὶ πᾶν εἰ τὶ ὑψηλὸν καὶ θεοπρεπὲς ἐστι νόημα· ἡ δὲ κτίσις ἐκθεὶς τῶν ἀγαθῶν λαμβάνει τὴν χορηγίαν· φανερὸν ἐκ τούτων ἂν εἴη, ὅτι εἴπερ μετέχουσα τῆς ζωῆς, ἐν τῷ ζῆν ἐστι· καὶ εἰ παύαιτο τῆς μετουσίας, καὶ τοῦ ἐν τῷ ζῆν εἶναι παύσεται πάντως. Εἰ μὲν οὖν καὶ περὶ τοῦ μονογενοῦς Θεοῦ ταῦτα λέγειν τολμῶσιν, ὅσα περὶ τῆς κτίσεως ἀληθὲς ἐστι λέγειν, καὶ τοῦτο μετὰ πάντων λεγέτωσαν, ὅτι ὁμοίως τῇ κτίσει καὶ τοῦ εἶναι ἀρχεται, καὶ ἐν τῷ ζῆν καθ' ὁμοιότητα τῶν ψυχῶν διαμένει. Εἰ δὲ ὁ μὲν αὐτοζωὴ ἐστι, καὶ τοῦ ἐπεῖσακτον ἔχειν ἐν ἑαυτῷ τὴν ζωὴν οὐ προσδέεται· τὰ δὲ ἄλλα πάντα οὐχ ζωὴ ἐστιν, ἀλλὰ μεδεκτικά τῆς ζωῆς γίνεται.