Ancient Greek
418.2
Gregorius Nyssenus Theol., Contra Eunomium 418.2
Unproofread scanNot analysed yet
Τούτων δὲ ἡμῖν οὕτω διωμολογημένων, κάκεινο παντὶ δηλόν ἐστιν, ὅτι ὡςπερ φησὶ Μωϋσῆς, σκότος εἶναι πρὸ τῆς τοῦ φωτὸς κτίσεως· οὕτω καὶ ἐπὶ τοῦ Υἱοῦ, εἰ κατὰ τὸν λόγον τῆς αἱρέσεως τότε ἐποίησεν αὐτὸν ὁ Πατὴρ, ὅτε ἠθέλησε, πρὸν ποιῆσαι αὐτὸν οὐκ ἦν ἐκεῖνο τὸ φῶς ὅπερ ἐστὶν ὁ Υἱός· φωτὸς δὲ μήπω ὄντος, οὐκ ἐνδέχεται μὴ τὸ ἀντικείμενον εἶναι. Καὶ γὰρ διὰ τῶν ἄλλων ἐμάθομεν, ὅτι οὐδὲν εἴχῃ τῶν παρὰ τοῦ δημιουργοῦ γεγενημένων ἐστιν, ἀλλὰ τὸ λειπον ἐπείσᾶγεται τοῖς οὖσι διὰ τῆς κτίσεως. Δῆλον οὖν ἐστι πάντως, ὅτι εἴπερ ἐποίησε τὸν Υἱὸν ὁ Θεός, διὰ τὸ λείπον τῇ φύσει τῶν ὄντων ἐποίησεν. Ὡςπερ οὖν τοῦ αἰσθητοῦ φωτὸς λείποντος σκότος ἦν· καὶ εἰ μὴ ἐγεγόνει τὸ φῶς, ἐπεκράτει πάντων τὸ σκότος, οὕτως καὶ τοῦ Υἱοῦ μήπω ὄντος, αὐτὸ τε τὸ ἀληθινὸν φῶς, καὶ πάντα ὅσα ἐστιν ὁ Υἱός, οὐπω ἦν. Τὸ γὰρ ὅν καὶ κατὰ τὴν τῆς αἱρέσεως μαρτυρίαν, τοῦ γενέσθαι οὐ δεῖται. Οὐκοῦν εἰ ἐποίησε, τὸ μὴ ὅν πάντως ἐποίησε. Πρὶν οὖν γενέσθαι κατ’ αὐτοὺς τὸν Υἱόν, οὐδὲ ἡ ἀλή-