Ancient Greek
425.1
Gregorius Nyssenus Theol., Contra Eunomium 425.1
Unproofread scanNot analysed yet
ἐγκούση φοράν! Ἐθρήνησέ ποτε τὸν Ἰσραηλίτην λαὸν ὁ ζηλωτὴς Ἱερεμίας, ὅτε τῷ Ἰεχονίᾳ τῆς εἰδωλολατρίας καθηγουμένῳ πρὸς τὸ κακὸν συνερρόησαν· καὶ ἀντὶ τῆς εἰς τὴν ὁρσηκελαν παρανομίας, τὴν εἰς Ἀσσυρίους αἰχμαλωσίαν κατεδικάσθησαν, ἐξοικισθέντες τοῦ ἀγιάσματος, καὶ πόρρω τῆς τῶν πατέρων κληρονομίας γενόμενοι. Τοιούτοι μοι δοκεῖ νῦν τοὺς ὀρήνους οἰκειότερον ἑδεσθαι, ὅτε ὁ μιμητὴς τοῦ Ἰεχονίου πρὸς τὸ καινὸν τοῦτο τῆς εἰδωλολατρίας εἶδος τοὺς ἀπαγομένους ἀφέλκεται, τῆς πατρικῆς ἐξοικίζων κληρονομίας, τῆς πίστεως λέγω. Οὐς ἀτεχνῶς κατὰ τὴν ἱστορίαν εἰς Βαβυλωνίους ἡ μετανάστασις γίνεται, ἀπὸ τῆς ἄνω Ἱερουσαλήμ, τοῦτέστιν, ἀπὸ τῆς τοῦ Θεοῦ Ἐκκλησίας· ἐπὶ τὴν σύγχυσιν ταύτην τῶν πονηρῶν δογμάτων μεθισταμένοις. Σύγχυσις γὰρ ἡ Βαβυλὼν ἐρμηνεύεται· καὶ κατὰ τὸν πηρωθέντα Ἰεχονίαν, καὶ οὗτος ἐαυτὸν ἐκουσίως τοῦ φωτὸς τῆς ἀληθείας στερηθείς, λάφυρον γέγονε τοῦ Βαβυλωνίου τυράννου, μὴ καταμαθὼν ὁ δέλιος, ὅτι τὴν αἰώνιον ζωὴν ἐπίσης Πατρὶ τε καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ τὸ Εὐαγγέλιον ἐνορρᾶν ἀποφαίζει. Περὶ μὲν τοῦ Πατρός, οὕτως ἐπιδόντος τοῦ Λόγου ὅτι Τὸ γινώσκειν αὐτὸν ἡ αἰώνιος ἐστι ζωὴ· περὶ δὲ τοῦ Υἱοῦ, ὅτι Πᾶς ὁ πιστεύων εἰς αὐτὸν τὴν αἰώνιον ἔχει ζωὴν· περὶ δὲ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι Τῷ δεξαμένῳ τὴν χάριν ἔσται πηγὴ ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Οὕκοῦν πᾶς ὁ ποθῶν τὴν αἰώνιον ζωὴν, ἐπειδὰν εὕρῃ τὸν Υἱόν, τὸν ἀληθῆ λέγω καὶ οὐ ψευδώνυμον, ὅλον εὕρειν ἐν ἑαυτῷ ὅπερ ἐπεπόθησε. Διότι καὶ αὐτὸς ἐστιν ἡ ζωὴ, καὶ ἐν ἑαυτῷ τὴν ζωὴν ἔχει. Ἄλλ' ὁ λεπτὸς οὗτος τὸν νοῦν, καὶ διορατικὸς τὴν καρδίαν, ὑπὸ πολλῆς ὀψιμωθίας τῷ Υἱῷ τὴν ἀλωνίαν οὐκ ἐνευρίσκει ζωὴν· ἀλλ' ὑπερβάς τοῦτον καὶ καταλιπὼν, οἷον ἐμπόδιόν τι πρὸς τὸ ζητούμενον, ἔχει διερευνᾶσθαι τὴν αἰώνιον ζωὴν, ὅπου μὴ εἶναι οἴεται τὴν ὄντως ζωὴν. Τί ἄν τις ἐπινοήσειε τούτων ἢ εἰς βλασφημίαν φρικτωτέρον, ἢ εἰς ὀρήνους ἀφορμὴν σχυθρωπώτερον; Ἄλλὰ μὴν τὸ Σαβέλλιόν τε καὶ Μοντανόν, τοῖς ἡμετέροις δόγμασιν ἐπιβρυλλείσθαι, τοιούτῳ ἐστιν, οἷον εἰ τις καὶ τὴν κατ' Εὐνόμιον ἡμῖν βλασφημίαν προστριβοιτο. Εἰ γὰρ τις ἐπισκεψάμενος τὴν τῶν αἱρέσεων ταύτην ἀπάτην διεξετάσειεν, εὑρήσει πολλὴν ἔχοντα πρὸς τὴν κατ' Εὐνόμιον πλάνην, τὴν οἰκειότητα. Ἰουδαίζει γὰρ ἑκάτερος αὐτῷ δόγματι, οὔτε τὸν μονογενῆ Θεόν, οὔτε τὸ Πνεῦμα τὸ ἅγιον εἰς κοινωνίαν τῆς θεότητος τοῦ μεγάλου παρ' αὐτοῖς καὶ πρώτῳ λεγομένου Θεοῦ προσδοχέμενος. Ὃν γὰρ Σαβέλλιος λέγει τριώνυμον, τοῦτον Εὐνόμιος ὀνομάζει ἀγέννητον. Οὐδέτερος δὲ τούτων ἐν τῇ Τριάδι τῶν ὑποστάσεων θεωρεῖ τὴν θεότητα. Τίς τοίνυν οἰκείως ἔχει πρὸς τὸν Σαβέλλιον, ἢ τῶν ἐντυγχάνοντων τῷ λόγῳ κρίσις ἀποφηνάσθω. Ἄλλὰ ταῦτα μὲν εἰς τοσούτον.