Ancient Greek
435.4
Gregorius Nyssenus Theol., Contra Eunomium 435.4
Unproofread scanNot analysed yet
Ἄλλα καὶ πρὸς τὸ ἐφεξὴς τοῦ λόγου προελθωμεν. Αὐτοῦ, φησὶ, τοῦ Μονογενοῦς ἀποδιδόντος τῷ Πατρὶ τὴν μόνην κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. Ὁ γὰρ τὴν τοῦ ἀγαθοῦ πρόσρησιν μόνην προσήκειν διδάξας ἐκεῖνῳ τῷ καὶ τῆς σχετέρας καὶ πάσης ἀγαθότητος αἰτίῳ, καὶ πᾶν τὸ τε ὄν καὶ γινόμενον ἀγαθὸν ἐπ' ἐκεῖνον οἴρει. Σκοπὴ γὰρ τῶν τότε γινομένων ὠνειώσατο τὴν ἐξουσίαν καὶ τὴν τοῦ ὄντος ἐπωνυμίαν. Ἐως μὲν οὖν τιὰ προκαλύμμασιν ὑποκρύπτων τὴν βλασφημίαν ταῖς τῶν λογισμῶν περιδοῖς, κατὰ τὸ λεληθὸς τοὺς ἀπατωμένους προσήγετο, προσέχειν ᾠμὴν δεῖν τὸν νοῦν τοῖς κατὰ τὸ λανθάνον κακουργουμένοις, καὶ ὡς ἂν οἷόν τε παραγυμνῶν τῷ λόγῳ τὸν θλεθρον. Ἐπεὶ δὲ παντὸς ἀπατηλοῦ προσωπείου τοῦ ψεύδους ἀπογυμνώσας, λαμπράν ἐπὶ λέξεως τὴν βλασφημίαν ἐκτίθεται, περιττὸν ἠγοῦμαι τοῖς οὐκ ἀρνοῦμένοις τὴν ἀσέβειαν τοὺς διὰ τῶν λογισμῶν ἐλέγχους ἐπάγειν, μάταιον ὑπομένειν