Ancient Greek
438.1
Gregorius Nyssenus Theol., Contra Eunomium 438.1
Unproofread scanNot analysed yet
την ἐλπίδα τοῦ μαθεῖν τὸ τοιοῦτο μάθημα, δι' οὐ χωλυθήσεσθαι προσδέξασθαι τὸν θάνατον. Οὐκοῦν εἰκῶτος ὁ παρακληθεὶς παρ' αὐτοῦ, οὕτως καὶ ἀποκρίνεται. Τῆς γὰρ ἐντελέξεως οὐ πρὸς τὸν Θεὸν Λόγον γεγενημένης, ἀκολούθως καὶ ἡ ἀποκρίσις ἐκ τοῦ ἀνθρωπίνου πρὸς τὸν ἰκτευσόντα γίνεται, διπλὴν ἐπάγουσα τῷ νέῳ τὴν παιδευσιν. Διδάσκει γὰρ κατὰ ταῦτον, ὅτι τε τῷ βίῳ προσῆκει, καὶ οὐχὶ ῥημάτων εὐφημίᾳ θεραπεύειν τὸ Θεῖον, ἐν τῷ τὰς ἐντολὰς ποιεῖν, καὶ προσθόντων πάντων ἀνεισθαι τὴν αἰώνιον ζωήν, καὶ ὅτι τὸ ἀνθρώπινον ἐν πονηρίᾳ διὰ τὴν ἁμαρτίαν γενόμενον, ἀποτέχεται τῆς κυρίας τοῦ ἀγαθοῦ κλήσεως. Καὶ διὰ τοῦτο φησι · Τί με λέγεις ἀγαθόν; Διὰ τοῦ εἰπεῖν, ἐμέ, τὴν ἀνθρωπίνην φύσιν τὴν περὶ αὐτὸν ὑποδείκνυντα τῷ λόγῳ· τῇ δὲ θεότητι προσαμαρτυρήσας τὴν ἀγαθότητα, ἐαυτὸν ἀντικρὺς ἀγαθὸν ἀπεφήνατο, -ὃν ἀληθῶς ὑπὸ τοῦ Εὐαγγελίου Θεὸν χρησομένου. Εἰ μὲν γὰρ ἀπεχοινίκετο τῆς τοῦ Θεοῦ προσηγορίας ὁ μονογενὴς Υἱός, οὐκ ἦν ἄτοπον ἴσως τὸ ἀλλότριον αὐτῷ καὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας οἴεσθαι.