Ancient Greek
440.1
Gregorius Nyssenus Theol., Contra Eunomium 440.1
Unproofread scanNot analysed yet
A ενότητος. 'Αλλ' ὅπως ἂν διὰ πάντων ἐκδηλῶν γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλαμαθὲς καὶ ἀπαίδευτον, αὐτὴν κατανοήσωμεν εἰπὶ λέξεως τὸν γεγραμμένον τὴν σύνταξιν. Οὐχ οἰκεῖούται, φησὶ, τὴν τοῦ ὄντος ἀξίαν ὁ Υἱός· ἀξίαν ὀνομάζων, αὐτὸ τὸ εἶναι. Πῶς οἶδὲ χωρὶς τοῖς πράγμασιν ἑφαρμοζὼν τὰ ῥήματα; καὶ ἐπειδὴ διὰ τὸν Πατέρα ἐστιν, ἀλλοτριούσθαι αὐτὸν ἑαυτοῦ λέγει. Ὡς καὶ τῆς τοῦτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔνοιαν. Τοῦτο δὲ τοιούτον ἐστιν, ὡς ἂν εἴ τις λέγοι, ὅτι ὁ ἀργυρώθητος, καθὼς ἐστι, κατὰ τὴν ἰδίαν ὑπόστασιν, οὐχ ἑκεῖνος ἐστιν, ἀλλ' ὁ ἐωνημένος, τῆς κατ' οὐσίαν ἑαυτοῦ ὑποστάσεως εἰς τὴν τοῦ κυριευόντος φύσιν ἀναληφθείσης. Ταῦτα τὰ ὑψηλὰ τοῦ θεολόγου νοήματα, ἥ δὲ τῶν προειρημένων ἀποδείξεις οἵα; αὐτοῦ, φησὶ, τοῦ Μονογενοῦς ἀποδιδόντος τῷ Πατρὶ, τὴν μόνην κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. Καὶ ταῦτα εἰπὼν ἐπάγει τὸ μόνον εἶναι ἀγαθὸν Πατέρα. Πῶ τοίνυν ἐν τούτοις ἀρνεῖται ὁ Υἱὸς τὴν ἐπωνυμίαν τοῦ ὄντος; ἵναρ κατασκευάζει Εὐνόμιος, ταῦτα προστιθεὶς ἐπὶ λέξεως· Ὁ γὰρ τὴν τοῦ ἀγαθοῦ πρόσρησιν μόνην προσῆκειν διδάξας ἐκεῖνῳ τῷ καὶ τῆς συγέρερας καὶ πάσης ἀγαθότητος αὐτῷ, καὶ πάντοτε ὄντι, καὶ τὸ πᾶν γένος ἀγαθὸν ἐπ' ἐκείνου γένους σχολὴν ἂν τῶν ποτε τιμιωμένων ψευδεύσατο τὴν ἔξουσίαν καὶ τὴν τοῦ ὄντος ἐπωνυμίαν. Τί κοινωνεῖ τοῖς εἰρημένοις ἡ ἔξουσία; Πῶς δὲ μετὰ ταύτης καὶ τῆς τοῦ ὄντος ἐπωνυμίας ὁ Υἱὸς ἄλλοτριούται; Ἄλλ' οὐκ οἶδα τί χρή πλεῖον ἐν τούτοις ποιεῖν· γελᾶν τὴν ἁμαθίαν, ἢ ἐλεεῖν τὴν ἀπωλείαν. Ἡ τε γὰρ τῆς σφετέρας λέξεως, οὐχ οὕτως ἐκληφθεῖσα ὡς πέφυκέ τε καὶ εἰωθεν ἐν χρήσει γίνεσθαι παρὰ τοῖς εἰδόσι κεχρῆσθαι λόγῳ, πολλὴν αὐτῷ μαρτυρεῖ τῆς ἀντωνυμαστικῆς τεχνολογίας τὴν ἐπιστήμην, ἣν καὶ τὰ παιδάκια παρὰ τοῖς γραμματισταῖς ἀμαρτητὶ διεξέρχεται. Καὶ τὸ παρενεχθῆναι τοῦ προκειμένου γελοῖως, αὐτὸν πρὸς τὰ μηδὲν ἐπικοινωνοῦντα τῷ λόγῳ καὶ τῷ σχήματι συμπεραστικῷ, τὸ μὴ κοινωνεῖν τὸν Υἱὸν τῆς ἐπωνυμίας τοῦ ὄντος, ταῖς ἀλλοκότοις ἐφαρμοζόμενον κατασκευαῖς· καὶ πάντα τὰ τοιαῦτα καθάπερ ἐξεπίτηδες ἐπὶ γέλως· σύγκειται. Ὦστε τι καὶ παθεῖν τυχὸν τοὺς ἀμελεστερούς καὶ ἐπιγελᾶσαι τῷ ἀσυναρτῆ τῶν λόγων. Ἄλλὰ τὸ μὴ εἶναι τὸν Θεὸν Λόγον, ἢ ἀγαθὸν πάντως μὴ εἶναι· ταῦτα γὰρ κατασκευάζει δι' ὧν τὴν τε τοῦ ὄντος ἐπωνυμίαν καὶ τὴν τοῦ ἀγαθοῦ μὴ οἰκειούσθαι λέγει. Καὶ τὸ κατασκευάζειν τὴν τῶν γινομένων ἔξουσίαν μὴ προσῆκειν αὐτῷ, ταῦτα δακρύων ἀξία καὶ θρηνητικῆς συναυλίας.