Ancient Greek
441.1 to 441.35
Gregorius Nyssenus Theol., Contra Eunomium 441.1-35
Unproofread scanNot analysed yet
Α θαι, σαφῶς ἐδίδαξε, δι’ ὅτου διήγγειλε τοὺς λόγους, καὶ τὸς ὤν· τῷ δὲ καὶ Θεὸς προσειρῖσθαι, τὴν ἰδίαν ἐδείκνυε κατὰ πάντων ὑπεροχὴν. Ὁ γὰρ τῶν δι’ αὐτοῦ γενομένων Θεός, ἄγγελος τοῦ ἐπὶ πάντων Θεοῦ. Ἐγκόπτεται μεταξὺ τὸν λόγον θυμὸς ἐμπεσὼν τῇ καρδίᾳ, καὶ συγχέεται πρὸς τὸ πάθος ὁ λογισμὸς εἰς ὀργὴν ὑπὸ τῶν λεγομένων παρακινωμένος. Καὶ τάχα μοι τὸ τοιοῦτο πάθος τῆς ψυχῆς οὐχ ἀσύγγνωστον. Τίνι γὰρ οὐκ ἂν ἐκ τούτων ὁ θυμὸς ἐπικέσειε; Τοῦ μὲν Ἀποστόλου πᾶσαν ἀγγελικὴν φύσιν ὑποχείριον εἶναι τῷ Κυρίῳ βοῶντος, συμπαρα- λαμβάνοντος δὲ εἰς μαρτυρίαν τοῦ δόγματος καὶ τὴν προφητικὴν μεγαλοφωνίαν. Ὅταν γὰρ, φησίν, εἰσαγῶν τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, Καὶ προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελoi αὐτοῦ, καὶ τὸ, Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Πάντα πρὸς ἔνδειξιν τοῦ μονογενοῦς Θεοῦ ταῦτα τοῦ Ἀποστόλου διεξιόντος, τί πάθω τῶν ἀγγέλων Κύριον ἄγγελον εἶναι παρὰ τοῦ χριστιανοῦ ἀκούων, οὐ κατὰ τὸ συμβῆν τὸν τοιούτον ἀπορρίψαντος λόγον, ἀλλ’ ἐνα- γωνιζομένου τῇ ἀτοπίᾳ, ὡς μηδὲν πλέον Ἰωάννου καὶ Μωϋσέως αὐτὸν ἔχειν κατασκευάσθαι; Λέγει γὰρ περὶ ἐκείνου ὁ λόγος, Οὗτός ἐστι περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου. Ἄγγελος οὖν Ἰωάννης. Ἄλλὰ καὶ Θεὸν ονομάζῃ τὸν Κύριον ὁ ἐχθρὸς τοῦ Κυρίου, ἀναλογίαν αὐτὸν κατασκευάζει τῇ Μωϋσέως θεότητι, ἐπεὶ καὶ- κεῖνος τοῦ μὲν ἐπὶ πάντων Θεοῦ, θεράπων, τῶν δὲ Αἰγυπτίων ἐτάχθη θεός. Καίτοι καὶ τὸ ἐπὶ πάντων, καθὼς καὶ ἐν τοῖς κατόπιν εἴρηται, κοινὸν τῷ Υἱῷ πρὸς τὸν Πατέρα, τοῦ Ἀποστόλου τὴν τοιαύτην αὐτῷ προσεμαρτυρηκότος φωνήν, ἐν οἷς φησιν· Ἐξ ὧν ὁ Χριστὸς ὁ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός· ἀλλ’ οὗτος εἰς ἀγγέλων τάξιν κατάγει τὸν τῶν ἀγγέλων Κύριον· ὥσπερ οὐκ ἀκήκοιεν, ὅτι Οἱ ἄγγελοι