Ancient Greek
444.1
Gregorius Nyssenus Theol., Contra Eunomium 444.1
Unproofread scanNot analysed yet
ἡ εἰκών, τὸ τοῦ ἀπεικονιζομένου κάλλος δι' αὑτῆς ἑρμηνεύει· ὡς ἰσοδυναμεῖ ταῦτα πάντα τῷ σημαίνομένῳ πρὸς ἄλληλα. Διὰ τοῦτο ἄγγελος τῆς τοῦ ὄντος ἐπωνυμίας προτέτακται, ἀγγέλος μὲν λεγόμενος ὡς μηνυτὴς τοῦ Πατρὸς· ὧν δέ, ὡς οὐκ ἔχων ὄνομα γνωριστικὸν τῆς οὐσίας, ἀλλὰ πᾶσιν ὑπερχείμενος τῆς ὀνομαστικῆς σημασίας. Διὰ καὶ τὸ ὄνομα αὐτοῦ ὑπὲρ πᾶν εἶναι ὄνομα παρὰ τῆς τοῦ Ἀποστόλου Γραφῆς μεμαρτύρηται. Οὐχ ὡς ἐν τι προτετιμημένον τῶν ἄλλων, ἀλλ' ὡς ὑπὲρ πᾶν ὄνομα ὄντος τοῦ ὄντως ὄντος.