Ancient Greek
447.1
Gregorius Nyssenus Theol., Contra Eunomium 447.1
Unproofread scanNot analysed yet
Δ εὐσεβείας μυστηρίων, τῇ δὲ τῶν δογμάτων ἀκριβείᾳ. »Ὅτι μὲν οὖν οὔτε τοῖς εὐαγγελισταῖς, οὔτε τοῖς ἀποστόλοις, οὔτε τινὶ τῶν τῆς ἀρχαιοτέρας Γραφῆς καθηγησαμένων πεισθεὶς, ταῦτα γράφει, παντὶ δῆλον τῷ τὴν ἱερὰν καὶ θείαν οὐχ ἀγνοοῦντι Γραφήν. Ἀκόλουθον δ' ἂν εἴη λέγειν αὐτὸν καὶ μακαρίους ἂν δρας οἴεσθαι λέγειν, Μανιχαῖον, Νικόλαον, Ἀκολουθον, Ἀέτιον, Ἄρειον, καὶ πάντας τοὺς τοῦ αὐτοῦ χοροῦ, οἵς ἀκολουθοῦν ταῦτα νομοθετεῖ, ὅτι οὐδὲ τῶν ὀνομάτων ἡ ὁμολογία, οὔτε τὰ ἔθη τῆς Ἐκκλησίας, οὔτε τὰ μυστικὰ σύμβολα κυροῖ τὴν εὐσέβειαν. »Ἡμεῖς δὲ μεμαθηκότες παρὰ τῆς ἁγίας φωνῆς, ὅτι Ἄν μὴ τις γεννηθῇ ἄνωθεν ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ὅτι Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐκεῖνος ἔχει ζωὴν εἰς τὸν αἰῶνα· πεπεισμένα τῇ ὁμολογίᾳ τῶν θείων ὀνομάτων, Πατρὸς λέγω καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, κυροῦσθαι τὴν τῆς εὐσεβείας μυστήριον, καὶ τῇ τῶν μυστικῶν ἔθων τε καὶ συμβόλων κοινωνίᾳ τὴν σωτηρίαν κρατυνοῦσθαι. Δόγματα δὲ δι' ἐπιμελείας καὶ τοῖς ἔξω τοῦ μυστηρίου πολλάκις ἐξετάζεται· καὶ πολλῶν ἐστιν ἀκούειν ὑπόθεσιν ἑαυτοῖς εἰς λόγων ἀμιλλὰν τὸ ἡμέτερον δόγμα προβαλλομένων· καὶ τινὰς αὐτῶν, καὶ κατ' ἐπιτυχἄνοντας τῆς ἀληθείας πολλάκις, καὶ οὐδὲν ἧττον ἑλλοτριωμένους τῆς πίστεως. Ἐπειδὴ τοίνυν καταφρονεῖ μὲν τῶν σεμνῶν ὀνομάτων, δι' ὧν τῆς θειοτέρας γεννήσεως ἡ δύναμις τοῖς διὰ πίστεως μετιούσιν τὴν χάριν νέμει, περιφροῦ δὲ τὴν τῶν μυστικῶν συμβόλων τε καὶ ἔθων κοινωνίαν, ἐν οἷς ὁ Χριστιανισμὸς τὴν ἰσχὺν ἔχει, ἐπιψαμεν τὸ τοῦ Προφήτου, μικρὸν παρῳδήσαντες πρὸς τοὺς ἀκροατὰς τῆς ἀπάτης, ὅτι Ἓως πότε βαρυκαρδίοι; Ἵνα τί ἀγαπᾶτε τὴν ἀπωλειαν καὶ ζητεῖτε ψεῦδος; Πῶς οὐχ ὁρᾷτε τὸν διώκτην τῆς πίστεως, εἰς παράβασιν τοῦ Χριστιανισμοῦ τοὺς πειθομένους αὐτῷ προκαλοῦμενον; Εἰ γὰρ ἀχρηστος μὲν εἶ τῶν σεμνῶν τε καὶ τιμίων τῆς ἁγίας Τριάδος ὀνομάτων ὁμολογία, ἀνόντα δὲ τὰ ἔθη τῆς Ἐκκλησίας, ἐν δὲ τοῖς ἔθεσι τούτοις ἐστὶν ἡ σφραγίς, ἡ προσευχή, τὸ βάπτισμα, ἡ τῶν ἁμαρτιῶν ἐξομολόγησις, ἡ περὶ τὰς ἐντολὰς προθυμία, ἡ περὶ τὸ ἦθος κατόρθωσις, τὸ κατὰ σωφροσύνην βίον, τὸ πρὸς τὸ δίκαιον βλέπειν, τὸ μὴ ταῖς ἐπιθυμίαις ἐθίζεσθαι, μήτε ἡδονὴς ἥττασθαι, μήτε ἀρετῆς ἀπολείπεσθαι. Εἰ οὖν μηδὲν τῶν τοιούτων ἔθων ἐπ' ἀγαθῷ κατορθοῦσθαι λέγει, μηδὲ τὰ μυστικὰ σύμβολα φυλακτήρια μὲν τῶν περὶ τὴν ψυχὴν ἀγαθῶν, καθὼς πεπιστεύκαμεν, γίνεσθαι· ἀποτρόπαια δὲ τῶν κατ' ἐπιβουλὴν τοῦ πονηροῦ τοῖς πεπιστευκόσιν ἐπαγομένων· τί ἄλλο καὶ οὐχὶ φανερῶς ἐμβοᾷ τοῖς ἀνθρώποις, λῆρον ἡγεῖσθαι τῶν Χριστιανῶν τὸ μυστήριον, καταγελάειν τῆς σεμνότητος τῶν θείων ὀνομάτων, παίγνιον οἴεσθαι τὰ τῆς Ἐκκλησίας ἔθη, φλυαρίας τινὰ καὶ μωρίαν τὰ κατὰ τὸ μυστήριον ἐνεργούμενα πάντα; Τί πλὴν οἱ τῷ Ἑλληνισμῷ παραμένοντες εἰς διαβολὴν τοῦ καθ' ἡμᾶς προφερόμενοι δόγματος; Οὐχὶ κλαῖνον γέλωτος ἀφορμὴν τὸ σεμνὸν ποιοῦνται τῶν ὀνομάτων,