Ancient Greek
451.1
Gregorius Nyssenus Theol., Contra Eunomium 451.1
Unproofread scanNot analysed yet
A πρὸς τὸ βλεπόμενον, καὶ ἀνεπιτυπὸν καὶ κινούμενον, καὶ ὁμογενὲς τῇ φύσει τῶν μαθητῶν, ἡ διάνοια τῶν εἰρημένων φέρεται· τῶν δὲ τοιούτων οὐδὲν περὶ τὸν ἀόρατον, καὶ ἄσώματον καὶ ἀναφὴ καὶ ἀνείδεον καθοράται· πῶς αὐτὸν τὸν μονογενῆ Θεόν, τὸν ἐν ἀρχῇ ὄντα, καὶ ἐν τῷ Πατρὶ ὄντα, εἰς τὸ ὁμότιμον Πέτρῳ, καὶ Ἀνδρέᾳ, καὶ Ἰωάννῃ, καὶ τοῖς λοιποῖς τῶν ἀποστόλων κατατάσσειν; ἐν τῷ καὶ ἀδελφοὺς αὐτοὺς λέγειν εἶναι τοῦ Μονογενοῦς καὶ ὁμοδούλους. Καὶ πᾶσα πρὸς τοῦτον αὐτοῖς τὸν σκοπὸν ἡ σπουδὴ βλέπει, τὸ δεῖξαι τοσοῦτον ἀφεστῶτα κατὰ τὸ μεγαλεῖον τῆς φύσεως, τὸν Πατέρα τῆς τοῦ Μονογενοῦς ἀξίας τε καὶ δυνάμεως καὶ οὐσίας, ὅσον καὶ τῆς ἀνθρωπίνης οὐσίας ὑπερανέστηκε· καὶ τῆς διανοίας ταύτης τοῦτον τὸν λόγον ποιούντες συγγύρορον, τὸν ἐκ τοῦ ἴσου τὴν τε τοῦ Πατρὸς καὶ τὴν τοῦ Κυρίου, καὶ τῶν μαθητῶν τοῦ Κυρίου φύσιν κοινοποιοῦντες. Ὡς μηδεμιᾶς μεταξὺ νοουμένης κατὰ τὴν ψυφὴν ἀξίας διαφορᾶς· ἐν τῷ παραπλησίως αὐτὸν, καὶ τούτου καλεῖν Πατέρα τε καὶ Θεὸν εἶναι νομίζεσθαι.