Ancient Greek
457.1.25 to 457.1.34
Gregorius Nyssenus Theol., Contra Eunomium 457.1.25-34
Unproofread scanNot analysed yet
Ἄλλ’ οὐδὲ ἐστὶν, οὔτε γενήσεται τοιούτων ἐν Χριστιανικοῖς ποτὲ νόημα, δι’ οὗ κατασκευάζεται μὴ πᾶν ἀγαθόν, ὅπερ ἐν τοῖς τοιούτοις ἐστίν, ἐκ τοῦ Πατρὸς τὴν αἰτίαν ἔχειν · τῶν δὲ καθ’ ἡμᾶς ἀγαθῶν τὸ κεφάλαιον, ἡ πρὸς τὴν ζωὴν ἐπάνοδος, παρὰ τοῖς οὖ φρονούσι πιστεύεται · αὕτη δὲ διὰ τῆς κατὰ ἀνθρώπων οἰκονομίας τοῦ Κυρίου κατώρθωται, οὐκ ἀπράκτου καὶ ἀνενεργήτου, καθὼς ἡ αἵρεσις βούλεται, τοῦ Πατρὸς ἐν τῷ καιρῷ τῆς οἰκονομίας ἀπιδιόσαντος. Οὐ γὰρ τοῦτο ἐνδείκνυται ὁ εἰπών, ὅτι Ὁ πέμψας με, μετ’ ἐμοῦ ἐστι, καὶ, Ὁ Πατὴρ ἐν ἐμοὶ μένων, ποιεῖ τὰ ἔργα ταῦτα. Πῶς οὖν ἡ αἵρεσις μόνῳ τῷ Υἱῷ τὴν ὑπὲρ ἡμῶν χάριν προσαρτυροῦσα, ἀπόμοιρον ποιεῖ τὸν Πατέρα τῆς ἐπὶ τοῖς κατορθώμασιν εὐχαριστίας ; Μόνους γὰρ κατὰ φύσιν ὀφείλεται τοῖς εὐεργέταις ἡ τῆς εὐχαριστίας ἀντίδοσις · ὁ δὲ πρὸς εὐεργεσίαν ἀδύνατος, ἔξω τοῦ εὐχαριστεῖσθαι πάντως ἐστίν. Ὀρᾷς ὡς διὰ πάντων αὐτοῖς πρὸς τὸνναντίον ὁ σκοπὸς περιτρέπεται τῆς κατὰ τοῦ Μονογενοῦς βλασφημίας, κατὰ τὸ ἀκόλουθον ἐπὶ τὸν Πατέρα μεταβαίνους. Καὶ μοι δοκεῖ κατ’ ἀνάγκην τοιούτων συμβαίνειν. Εἰ γὰρ ὁ τιμῶν τὸν Υἱὸν τιμᾷ τὸν Πατέρα, κατὰ τὴν θείαν ἀπόφασιν, δῆλον ὅτι καὶ ἡ πρὸς τὸ ἐναντίον κατὰ τοῦ Υἱοῦ σπουδή, ἐπὶ τὸν Πατέρα