Ancient Greek
459.2
Gregorius Nyssenus Theol., Contra Eunomium 459.2
Unproofread scanNot analysed yet
Ἄλλ’ αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου· οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημίαις συνεκφερόμενος πρὸς τὰς τῶν ὑποθέσεων ἀτοπίας. Οἴκοῦν καθεξέτον αὐτὸν πέρα τοῦ μετρίου πρὸς κατασκευὴν τῶν ἀτόπων ἀφρημίζοντα. Συγγνώμεναι δὲ πάντως ὁ εὐγνώμων ἀκροατὴς ἐπὶ τοῖς εἰρημένοις, οὐχ ἡμῖν τὴν ἀνακύπτουσαν ἐκ τῆς ἐκτάσεως ἀτοπίαν, ἀλλὰ τοῖς τὰς πονηρὰς ὑποτιθεμένοις ἀρχὰς λογίζομενος. Ἡμῖν δὲ πρὸς ἕτερόν τι τῶν εἰρημένων μετακτέον τὴν θεωρίαν. Φησὶ γὰρ, ὅτι «Καὶ σύνθετον ἡμῖν τὸν Θεὸν ἀπεργάζεται, τὸ κοινὸν μὲν ὑποθεῖναι τὸ φῶς, ἰδίωτέρι δὲ τισι καὶ ποικιλίας διαφοραῖς ἑτέρου χωρίζειν ἕτερον. Σύνθετον γὰρ οὐδὲν ἔστιν τὸ κοινότητι μὲ συνενηγμένον, διαφοραῖς δὲ