Ancient Greek
461.1
Gregorius Nyssenus Theol., Contra Eunomium 461.1
Unproofread scanNot analysed yet
δυμμάτων προχειρίσατο. Ταῦτα τοίνυν ἄσαν- ΠΡΟΣ ΤΟΝ ΕΥΝΟΜΙΟΝ ΔΕΥΤΕΡΟΝ ΛΟΓΟΝ ΛΟΓΟΣ ΙΒ'. Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων, ἰκανῶς ἤδη κατὰ θείαν συμμάχην ἐν τοῖς φάσμασι δεήγνεται πόνους· καθὼςπερ ἔστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖν τῶν πεπόνθημένων μαθεῖν, ὅπως ἐν τῷ νικροτέρῳ τῶν λόγων, ἡ ἀπάτη κατὰ κράτος ἐλήλεγχται, καὶ οὐδεμίαν ἔχων ἐπὶ κατὰ τῆς ἀληθείας ἐν τοῖς ἐξητασμένοις τὸ ψεῦδος ἔχει, τοῖς γε μὴ λλᾶν ἐκθύμως ἀναισχυντοῦσι πρὸς τὴν ἀλήθειαν. Ἐπειδὴ δὲ καὶ δεύτερος αὐτῷ κατὰ τῆς εὐσεβείας οἷόν τις ληστρικὸς συγκεχρότηται λόγος· πάλιν τοῦ Θεοῦ σύμμάχουντος δι' ἡμῶν ἡ ἀλήθεια τῇ παρατάξει τῶν ἐχθρῶν ἀνθοπλίζεται, καθάπερ τις στρατηγὸς προκαθιστουμένη τῶν ἡμετέρων λόγων, καὶ πρὸς τὸ δοκοῦν ἑαυτῇ κατὰ τῶν πολεμίων εὐθύνουσα· ἢ κατ' ἰχνος ἐπόμενοι, θαρροῦντες τοῖς δευτέροις τῶν ἀγώνων ἐπιπολῆσομεν, οὐδὲν καταπλαγέντες τὴν τοῦ ψεύδους παράταξιν, κἂν ἐν πλήθει προφαίνεται λόγων. Πιστὸς γὰρ ὁ ἐπαγγελάμενος χιλίους ὑπ' ἑνὸς διωχθήσεσθαι, καὶ μυριάδας ὑπὸ δύο μετακινηθήσεσθαι· ὡς τῆς εὐσεβείας, οὐ τῆς πολυχειρίας ἔχούσης ἐθ κατὰ πόλεμον κράτος. Ὡσπερ ὁ πολυσάρχος Γολιάθ, τὴν βαρείαν ἐκείνην τοῖς Ἰσραηλίταις ἐπσεῖλον αἰχμὴν, οὐδεμίαν ἐπήγαγε δειλίαν ἀνδρὶ ποιμένι καὶ ἀμελετήτῳ τῆς πολεμικῆς εὐστρωφίας· ὅ συμπλαμεὶς κατὰ τὴν μάχην ἀκέφαλος γίνεται, πρὸς τοῦναντιον αὐτῷ τῆς ἐλπίδος περιστραφείσης. Τὸν αὐτὸν τρόπον καὶ ὁ καθ' ἡμᾶς Γολιάθ ὁ τῆς ἀλλοφύλου καθηγούμενος γνώσεως, πρόκωνπὸν τε καὶ γυμνὴν οἷόν τινα ῥομφαίαν τὴν βλασφημίαν τοῖς ἀντιτεταγμένοις προτείνων, καὶ στιλβόν, ἄμα τοῖς νεοθήκτοις σοφίσμασιν, οὐκ ἐφάνη φοβερὰ καὶ δυσάντητος τοῖς ἰδιώταις ἡμῖν, ὡς κατ' ἔξουσίαν ἔχειν αὐτὸν τῇ ῥημίᾳ τῶν ἀντιεινόντων ἐπιχορτάζειν· ἀλλ' εὐρεν ἡμᾶς ἐκ τῆς τοῦ Κυρίου ποίμνης αὐτοσχέδιους πολεμιστάς, μήτε μανθόντας λογομαχεῖν, μήτε ζημίαν τὸ μὴ μεμαθηκέναι νομίζοντας, ἰδιωτικὸν τε καὶ ἀγροικίζοντα τὸν λόγον τῆς ἀληθείας κατ' αὐτοῦ σφενδόντας. Ἐπειδὴ τοίνυν καὶ ὁ μνημονευθεὶς ἐκεῖνος ποιμὴν τῇ σφενδόνῃ καταβαλὼν τὸν ἀλλόφυλον, ὑπορρήγειν τῷ λίθῳ τῆς περικεφαλαίας, καὶ πρὸς τὴν βίαν τῆς βολῆς πρὸς τὰ ἔντος διασχούσης, οὐ τοῦτον ἐποίησατο τῆς ἀνδραγαθίας· τὸν ὄρον, τὸ