Ancient Greek
465.1
Gregorius Nyssenus Theol., Contra Eunomium 465.1
Unproofread scanNot analysed yet
μεγέθους καὶ καλλονῆς κτισμάτων κατὰ τινὰ τῶν γινωσκομένων ἀναλογίαν εἰς γνῶσιν ἔρχεται τοῦ εἶναι, μόνον τὴν πίστιν διὰ τῶν ἐνεργειῶν, οὐ τὴν γνῶσιν τοῦτέστι· χαριζόμενος. Ταύτην τούτων τῆς διανοίας παρὰ πᾶσι τοῖς Χριστιανοῖς κεκρατηκυίαν, τοὺς γε τῆς ἐπωνυμίας ταύτης ἀξίους, ἐκείνους φημί, προσκυνεῖν παρὰ τοῦ νόμου μεμαθηκότας μηδὲν δ μὴ ὂντιν ἀληθῶς Θεόν, αὐτῷ τῷ προσκυνεῖν τὸν μονογενῆ Θεόν, ὁμολογοῦσιν ἐν ἀληθείᾳ καὶ οὐ ψευδώνυμον εἶναι Θεόν, ἤλθεν ἡ φθοροποιὸς ἔρωσις τῆς Ἐκκλησίας ἡ ἀχρεῖουσα τὰ εὐσεβῆ σπέρματα, ἡ τῆς Ἰουδαϊκῆς ἀπάτης συνηγυρος ἔχουσα τι καὶ τῆς Ἑλληνικῆς ἀθεσίας. Τῷ μὲν γὰρ κτιστὸν ἀναπλάττειν Θεόν, τῆς τῶν Ἑλλήνων ἀπάτης συνηγυρος γίνεται· τῷ δὲ μὴ παραδέχεσθαι τὸν Υἱόν, τὴν Ἰουδαϊκὴν συνίστησι πλάνην· αὕτη τοίνυν ἡ αἵρεσις ἡ παραγραφομένη, τὴν ἀλήθειαν τοῦ Κυρίου δέσποτα, καὶ παρασκευάζουσα μὴ ἀκτιστον αὐτὸν εἶναι ὑπολαμβάνειν· καὶ μὴ ἔχειν ὅπερ κατ’ οὐσίαν καὶ δύναμιν καὶ ἀξίαν ἐστὶν ὁ Πατὴρ. Ἐπειδή πανταχόθεν τῆς ἀληθείας περιλαμπούσης, οὐδεμίαν ἔχει κατασκευὴν τὰ ζωφῶδῃ ταῦτα νοήματα· πάντα τῶν ὀνομάτων ὑπεριδόντες τῶν εἰς θεοπρεπῆ τινα δοξολογίαν παρὰ τῆς Γραφῆς εὑρεθέντων, ὁμοίως ἐπὶ τοῦ Πατρός καὶ τοῦ Υἱοῦ λεγομένων, ἤλθον ἐπὶ τὴν ἀγεννησίαν ὄνομα, τὸ παρ’ αὐτῶν τούτων ἐπὶ ἀθεσίᾳ τῆς μεγαλειότητος τοῦ μονογενοῦς Θεοῦ συμπεπλασμένον. Τῆς γὰρ εὐσεβοῦς ὁμολογίας τὴν εἰς τὸν μονογενῆ Θεὸν πίστιν δογματίζουσης, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα, πάσας οὖτοι τὰς εὐσεβεῖς φωνάς, αἷς τὸ τοῦ Υἱοῦ μεγαλεῖότης ὁμοίως πρὸς τὴν τοῦ Πατρὸς ἀξίαν διασημαίνεται, παρασιώμενοι, ἐντεῦθεν ἑαυτοῖς τῆς ἀθέου περὶ τὸ δόγμα παρανομίας τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἐπινούουν. Ἐπειδή γὰρ ὁ μονογενὴς Θεός, ὡς τὸ τοῦ Εὐαγγελίου διδάσκει φωνή, ἐκ τοῦ Πατρὸς ἐξῆλθε, καὶ παρ’ αὐτοῦ ἐστιν· ἄλλοις ὀνόμασι τὴν παρ’ αὐτοῦ διάνοιαν μεταβαλόντες δι’ ἐκείνων τὴν ἀληθινὴν πίστιν κατασπαράσσωσι. Τὸ γὰρ μὴ ἐκ τινος ὑπερκειμένης αἰτίας εἶναι τὸν Πατέρα, τῆς ἀληθείας διδασκούσης, οὗτοι ἀγεννησίαν ὠνόμασαν τὸ τοιούτον νόημα· καὶ τὴν ἐκ Πατρὸς τοῦ Μονογενοῦς ὑπόστασιν, τῷ τῆς γεννήσεως διασημαίνουσι ῥήματι. Εἶτα συνθέντες τὰς δύο φωνάς, τὴν ἀγεννησίαν τε καὶ τὴν γέννησιν ἀντιφατικῶς ἐναντιούμενὰς ἀλλήλαις, ἐντεῦθεν τοὺς ἀνόητους τῶν ἐπομένων αὐτοῖς παρακινέουσι. Τὸ γὰρ ἐγεννήθη καὶ οὐκ ἐγεννήθη, ὡς ἂν τις ὑποδείγματι σαφηνίσαιε, τοιούτον ἐστίν, ὅσον καὶ τὸ κάθηται καὶ οὐ κάθηται, καὶ ὅσα τῷ τοιούτῳ λέγεται τρόπῳ· οὗ δὲ τῆς κατὰ φύσιν τῶν ῥημάτων ἐμφάσεως τὰς φωνὰς ταύτας παρακινήσαντες, ἄλλην αὐτὰς ἐφαρμόζειν διάνοιαν ἐπὶ καθαιρέσει τῆς εὐσεβείας φιλονεικοῦσι. Ἰσοδυναμοῦσης γὰρ, καθὼς εἴρηται, τῆς τῶν ῥημάτων σημασίας τῷ, κάθηται καὶ οὐ κάθηται· ἀναφαίνεται γὰρ πως ἐν ἀντέρῳ τῶν σημασιμένων τὸ ἕτερον· ταύτην τὴν περὶ τὸ σχῆμα τῆς προφορᾶς ἐναντίωσιν τῇ κατὰ τὴν οὐσίαν παραλλάξει, ἐνδεικτικὴν εἶναι σοφίζονται. Τῷ μὲν τὴν γέννησιν, τῷ δὲ τὴν μὴ γέννησιν οὕτως εἶναι διοριζόμενοι· καὶ-