Ancient Greek
469.3
Gregorius Nyssenus Theol., Contra Eunomium 469.3
Unproofread scanNot analysed yet
Ἄλλα τοῦτο μὲν σιωπᾷ. Λέγει δέ, Μὴ δεῖν κατ’ ἐπίνοιαν ἐπιζημεῖσθαι τῷ Θεῷ τὸ ἀγέννητον. Τὰ γὰρ οὕτω λελεγμένα ταῖς φωναῖς, φησί, συνδιαλύεσθαι πέφυκε. Τί δὲ τῶν λεγομένων οὐχ ὅμοῦ τῇ λεχθῆναι καὶ διαλύεται; Οὐ γὰρ ὡσπερ κεραμεῦοντες ἢ πλινθεύοντες κατὰ τὴν ἅπαξ γενομένην ἐν τῷ στόματι τοῦ λόγου τύπωσιν, ἀδιάλυτα φυλάξομεν τὰ διὰ τῆς φωνῆς προφερόμενα, ἀλλ’ ὅμοῦ τε προενέγκεται διὰ τοῦ φθόγγου ὁ λόγος, καὶ τὸ ῥηθὲν οὐκ ἔστι. Πάλιν γὰρ πρὸς τὸν ἀέρα τοῦ τῆς φωνῆς πνεύματος ἀναχυθὲντος, οὐδὲν ἔχον τῶν εἰρημένων ἐτυπωθὲν τὸν τόπον ἐν ᾧ γέγονε τῆς φωνῆς ἡ ἀνάχυσις. Ὥστε εἰ τούτῳ τὸν κατ’ ἐπίνοιαν λόγον χαρακτηρίζει, τῷ μὴ μένειν λόγῳ, ἀλλὰ τῇ φωνῇ τοῦ φθεγγομένου συναφανίζεσθαι, οὐκ ἂν ἐφάνοι πάντα λόγον ἐπίνοιαν εἶναι, μηδεμιᾶς ὑποστάσεως ἐν οὐδενὶ λόγῳ μετὰ τὴν προτροπὴν διαμένουσης. Οὐδὲ γὰρ αὐτὴ τὴν ἀγεννησίαν,