Ancient Greek
477.3
Gregorius Nyssenus Theol., Contra Eunomium 477.3
Unproofread scanNot analysed yet
Ἄλλ’ ὅσπερ τὴν ἐγχώριον αὐτοῦ σοφίαν, τὴν Χαλδαϊκὴν λέγω φιλοσοφίαν, μέχρι τῶν φαινομένων ἐστώσαν τῷ λογισμῷ διαβὰς, καὶ ὑψηλότερος τῶν διὰ τῆς αἰσθήσεως γιγνωσκομένων γενόμενος, ἐκ τοῦ κάλλους τῶν θεωρουμένων, καὶ ἐκ τῆς εὐαρμονίας τῶν οὐρανίων θαυμάτων, τὸ ἀτύπωτον κάλλος ἰδεῖν ἐπεθύμησεν· οὕτω καὶ τὰ ἄλλα πάντα ὅσα προῖδεν τῷ λογισμῷ καταλαμβάνειν, εἴτε δύναμιν, εἴτε ἀγαθότητα, εἴτε τὸ ἀνάρχος εἶναι, εἴτε τὸ πρὸς οὐδὲν πέρας ὁρίζεσθαι, εἴτε τι τοιούτων ἕτερον νόημα περὶ τὴν θείαν φύσιν εὑρίσκεται, πάντα ἐφόδια πρὸς τὴν ἄνω πορείαν, καὶ ὑποβάθρα ποιούμενος, καὶ ἀεὶ τοῖς εὑρισκομένοις