Ancient Greek
487.1
Gregorius Nyssenus Theol., Contra Eunomium 487.1
Unproofread scanNot analysed yet
τῆς τῶν ὄντων συστάσεως τε καὶ διοικήσεως· ὁ οὐκ ἐξ αἰτίου τὴν ὑπάρξιν ἔχει· τοῖς δὲ λοιποῖς πᾶσιν αἰτίον τοῦ εἶναι καθέστηκεν· περὶ ὃ γέννησις καὶ ἀρχή, φθορὰ καὶ τέλος οὐκ ἔστιν, οὔτε πρὸς τὸ ἐναντίον τροπή, οὔτε τοῦ κρείττονος ὑπεῖσις. Ὡς μήτε τὸ κακὸν ἐπ’ αὐτῷ χώραν ἔχειν, μήτε τὸ ἀγαθὸν ἀπεῖναι. Εἰ δὲ τις τὰς τοιαύτας ἐνοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὴ προσίσθαι τῇ πρὸς τὸ χειρόν τροπῇ, ἀτρεπτὸν τε καὶ ἀναλλοίωτον ὀνομάσαι. Τὸ δὲ πρῶτον αἴτιον τοῦ παντὸς, ἀγέννητον προσειπεῖν· ἀφθαρτὸν δὲ εἰ φθορᾶς ἀπαράδεκτον· τὸ δὲ εἰς μηδὲν καταλήγον τέρας, ἀθάνατόν τε καὶ ἀτελεύτητον· παντοκράτορα δὲ τοῦ παντὸς ἐξηγούμενον. Καὶ οὕτω ἄλλα πάντα κατὰ τὰς εὐσεβεῖς ὑπολήψεις ὀνοματοποιούσας, τὰς τῶν ἐπινοιῶν διαφοράς ἄλλως καὶ ἄλλως προσαγορεύομεν, ἢ δύναμιν, ἢ κράτος, ἢ ἀγαθότητα, ἢ τὸ μὴ ἐξ αἰτίου εἶναι, ἢ τὸ εἰς ἀεὶ διαμένειν, διὰ τῶν ὀνομάτων σημαίνοντες secundum differentias cogitationum aliter atque aliter nominamus, vel quod non est causa est, vel quod in perpetuum manet, per nomina significantes.