Ancient Greek
489.1
Gregorius Nyssenus Theol., Contra Eunomium 489.1
Unproofread scanNot analysed yet
A 'Αλλ' ἀκούσωμεν πῶς κατὰ τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον, καὶ τὸν προλαβόντα τύπον· οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἀναφαίνεται· πῶς διὰ τούτων διαλύειν μὲν φησι τὴν περὶ αὐτοῦ γενομένην ὑπόνοιαν, περιστελεῖν δὲ τὴν τῶν ἠπατημένων ἀγνοίαν. Αὐταῖς γὰρ χρῶμαι τοῦ διθυραμβιστοῦ ταῖς ὁμοιόληκτοις φωναῖς· Εἰπόντες, φησίν, ὅτι τὰ κατ' ἐπίνοιαν λεγόμενα ταῖς φωναῖς συνδιαλύεσθαι πέφυκεν, ἐπηγάγομεν τούτοις· Ὁ δὲ Θεός, καὶ σιωπῶντων καὶ φθεγγομένων γεγονότων, καὶ πρὸ τοῦ γεγονότων τὰ ὀνόματα, ἦν τε καὶ ἐστιν ἀγένητος. Μαθῶμεν τοίνυν κοινὸν ῥημάτων ἐπίνοιαν, ἢ ὀνομάτων θέσει, πρὸς αὐτὰ τὰ πράγματα, ἃ διὰ τῆς ποίας τῶν ὀνομάτων τε καὶ ῥημάτων φωνῆς σημειοῦμεθα. Ὥστε εἰ ἀγεννητὸς ἐστὶν ὁ Θεὸς πρὸ τῆς ἀνθρωπίνης συστάσεως, τὴν ἐραφαντικὴν τῆς τοιαύτης ὑπολήψεως φωνὴν ὡς τῷ φθόγγῳ συνδιαχεομένην ἀχρῶν χρῆναι, εἰ κατ' ἐπίνοιαν ἀνθρωπίνην ὀνομασθεῖσα τύχοι. Οὐ γὰρ ταὐτὸν ἐστὶ τὸ εἶναι, τῷ λέγεσθαι. Ἄλλ' ἐστὶ μὲν τῇ φύσει ὅπερ ἐστὶν ὁ Θεός. Λέγεται δὲ παρ' ἡμῶν, ὡς ἂν ἡ δυνατόν ἐξαγγεῖλαι διὰ τὴν τῆς φύσεως ἡμῶν πτωχείαν, ἢ τὰς ἐν τῇ ψυχῇ διαθέσεις ἀδήλους ἔχει, μὴ διὰ φωνῆς· ἐκκαλυπτομένας καὶ λόγου. Οὐκοῦν τὸ μὴ ἐξ αἰτίας αὐτὸν εἶναι νοήσαντες, ἐπίνοιαν τὴν νόησιν ταύτην διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν. Τίς οὖν ἡ βλάβη τῷ οὕτως ὄντι, τὸ ὡς ἐστὶ παρ' ἡμῶν ὀνομάζεσθαι ; Οὐ γὰρ ἐκ τοῦ ῥηθῆναι ἀγέννητον, καὶ τὸ ὑπάρχειν ἀγεννητὸς ἐστίν, ἀλλ' ἐκ τοῦ εἶναι καὶ τὸ ῥηθῆναι προσγίνεται. Τοῦτο δὲ οὐ σύνοιδεν ὁ λεπτὸς τὴν διάνοιαν, οὔδ' τὰ παρ' αὐτοῦ τεθέντα σαφῶς κατενόησεν. Ἡ γὰρ ἂν ἐπαύσατο τοὺς δι' ἐπινοίας τὴν ἀγεννησίαν ὀνοματοποιεῖν κακίζων. Σκοπεῖτε γὰρ ὅ φησι· Τὰ κατ' ἐπίνοιαν λεγόμενα ταῖς φωναῖς συνδιαλύεται· ὁ δὲ Θεὸς καὶ γεγεννημένων, καὶ πρὸ τοῦ γενέσθαι τὰ ὀνόματα, καὶ ἦν, καὶ ἐστὶν ἀγέννητος. Ὁρᾷς ὅτι τὸ μὲν εἶναι ὅπερ ἐστίν, ἔχει πρὸ τῆς τῶν πάντων ὑπάρξεως καὶ σιωπῶντων καὶ φθεγγομένων, οὔτε μᾶλλον οὔτε ἧττον ὁ ἐστὶν ὤν. Ἡ δὲ τῶν ῥημάτων τε καὶ ὀνομάτων χρῆσις μετὰ τῶν ἀνθρώπων κατασκευὴν ἐλογίσθαι τῶν τῇ λογικῇ δυνάμει παρὰ τοῦ Θεοῦ τιμηθέντων. Εἰ οὖν ὑστέρια μὲν τοῦ παποιητοῦς ἡ κτίσις, τῆς κτίσεως δὲ πᾶσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος· λόγου δὲ μέρη ῥήματα τε καὶ ὀνόματα, ὄνομα δὲ ἡ ἀγεννησία· πῶς οὐ συνίησιν οἷς κατασκευάζει τούτοις· μαχόμενος; Ἡμεῖς τε γὰρ φασιν ἐφευρῆσθαι τοῖς οὕσι τὰ γνωριστικά τῶν ὄντων ὀνόματα διὰ τῆς ἀνθρωπίνης ἐνοίας, κακίζειν ὑστερόχρονους τοὺς κεχρῆσθαι τῷ λόγῳ τῆς θείας ἀναδειχθῆναι ζωῆς· εἶναι δὲ τὴν θείαν φύσιν ὡς νῦν· τέ ἐστι καὶ ἀεὶ ἦν, ἀγεννητῶς. Εἰ οὖν ἐκεῖνος τὸ προὑπάρχειν τῷ ἀνθρώπῳ ὁμολογεῖ τὴν μακαρίαν ζωήν. Πάλιν γὰρ ἐπαναστρέφειν τῷ αὐτῷ χρήσομαι λόγῳ· ἡμεῖς τε τὸ χρόνῳ ὑστερόν φύσιν τοὺς ἀνθρώπους· οὐχ ἀντιλέγομεν, ῥήμασι δὲ κεχρῆσθαι φασιν καὶ ὀνόμασιν, ἀφ' οὗ τε συνέστημεν καὶ τὸ λογικὸν εἶναι