Ancient Greek
495.2
Gregorius Nyssenus Theol., Contra Eunomium 495.2
Unproofread scanNot analysed yet
Ἀδικεῖν ἡμᾶς λέγει, ὅτι τὸ μὲν λογικὸν γεγενῆσθαι παρὰ τοῦ Θεοῦ τὸν ἄνθρωπον οὐκ ἀρνοῦμεθα· τὰς δὲ τῶν ῥημάτων εὐρέσεις εἰς τὴν λογικὴν δύναμιν τὴν ἐντεθεῖσαν παρὰ τοῦ Θεοῦ τῇ φύσει τῶν ἀνθρώπων ἀνάγομεν. Καὶ τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐγκλημάτων, δι' οὗ πρὸς τὴν τῶν ἀθέων γνώμην αὐτομολεῖν ὁ διδάσκαλος τῆς εὐσεβείας κατηγορεῖται, καὶ συνθείας ἐκθέμενος κληρονόμος καὶ συνήγορος, καὶ πάντα ὀνομάζεται καὶ δεινότατα. Εἰπάτω τοίνυν ὁ διορθωτὴς τῶν ἡμετέρων πταισμάτων· Ὁ Θεὸς ἔθετο τὰς προσηγρίας τοῖς οὕσιον· τοῦτο γὰρ φησι ὁ νέος ἐξηγητὴς τῶν μυστικῶν διδαγμάτων, ὅτι βλάστην, καὶ βοτάνην, καὶ χόρτον, καὶ σπέρμα, καὶ ξύλον, καὶ τὰ τοιαῦτα κατῴνομασε πρὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς ὁ Θεός, ἐν τῷ παράγειν εἰς κτίσιν τὰ γεγονότα διὰ προσταγμάτων. Οὕκουν εἰ ψιλῷ παραμένει τῷ γράμματι, καὶ κατὰ τοῦτο τὸ μέρος Ἰουδαίζει τῇ γνώμῃ, καὶ οὕπω πεπαίδευται, ὅτι οὐχὶ γραμμάτων ἐστιν ὁ Χριστιανὸς μαθητής, ἀλλὰ πνεύματος· Τὸ γὰρ γράμμα, φησίν, ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Προφέρει δὲ ψιλὴν ἐπὶ ῥήματος τὴν τῶν γραμμάτων ἀνάγκησιν, ὡς Θεοῦ πάντα διεξελθόντος. Καὶ τοῦτο πεπιστευκεν, οὐδὲν ἕτερον ἢ