Ancient Greek
498.2
Gregorius Nyssenus Theol., Contra Eunomium 498.2
Unproofread scanNot analysed yet
AΔιότι οὐδὲ ἔστι διαφορά τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἐν θελήματι· ἀλλὰ κατὰ τὸ ἀρχέτυπον τῆς ἀγαθότητος κάλλος, καὶ ἡ εἰκὼν ἔστι τῆς ἀγαθότητος. Καὶ ὡσπερ εἰ τις ἑαυτὸν ἐν κατόπτρῳ βλέπει (χωλὴν γὰρ οὐδὲν σωματικὸς ὑποδείγματος παραστήσει τὸ νόημα), κατὰ πάντα πρὸς τὸ πρωτότυπον καὶ ἡ εἰκὼν μορφοῦσθαι, ὡς αἰτία τῆς ἐν τῷ κατόπτρῳ μορφῆς εἶναι τὴν ἐνωρώσαν μορφὴν· καὶ μήτε κινεῖσθαι, μήτε ἐπιχλινεσθαι καθ’ ἑαυτὴν τὴν εἰκόνα, μὴ τοῦ ἀρχετύπου τῆς ἐπιχλίσεως ἢ τῆς κινήσεως ἀρχέμενος. Εἰ δὲ κινηθεῖν τὸ προηγούμενον, συγκινεῖσθαι πάντως καὶ τὸ ἐν τῷ κατόπτρῳ δεικνύμενον. Οὕτω φαμέν καὶ τὴν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, τὸν Κύριον, πρὸς πᾶσαν θελήματος