Ancient Greek
500.1
Gregorius Nyssenus Theol., Contra Eunomium 500.1
Unproofread scanNot analysed yet
τε καὶ δεικνύσας αἰτίαν, οὐ πᾶσα ἐξήπται ἡ φύσις, καὶ καθεῖδεν τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἔχει, καὶ πρὸς ἐκαστὸν νέμυκά τε καὶ ἐπιστρέφεται, καὶ ἐν αὐτῷ διαμένει. Καὶ ἐπειδὴ, καθὼς φησιν ὁ Ἀπόστολος, ἡ ἀθόος αὐτοῦ δύναμις καὶ θεότης ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοουμένη καθορᾶται, διὰ τοῦτο πᾶσα ἡ κτίσις, καὶ πρὸ γε πάντων, καθὼς φησιν ὁ λόγος, ἡ ἐν τοῖς οὐρανοῖς διακόσμησις, διὰ τῆς ἐμφαινομένης τοῖς γεγονόσι τέχνης, τὴν τοῦ πεποιηκότος σοφίαν ἐνδείκνυται. Καὶ τοῦτό μοι δοκεῖ παραστήσαι· θέλων τὴν ἐκ τῶν φαινομένων μαρτυρίαν, τοῦ σώφως καὶ ἐντέχνως τὰ δυνα κατασκευάσθαι, καὶ εἰσαὶ διαμένειν ἐν τῇ δυνάμει τοῦ τὸ πᾶν οἰακίζοντος. Αὐτοὺς φησι τοὺς οὐρανοὺς, δι’ ὧν τὴν σοφίαν τοῦ πεποιηκότος δεικνύουσιν, μωνοῦνι φωνῇ ἀφέντας, βοᾶν καὶ διακηρύσσειν τοῦ δημιουργοῦ τὴν σοφίαν δίχα φωνῆς. “Ἔξεστι γὰρ οἶνει λόγῳ ταῦτα διδασκόντων ἀκούειν, ὅτι· Πρὸς ἡμᾶς ὁρῶντες, ὦ ἄνθρωποι, καὶ τὸ ἐν ἡμῖν κάλλος καὶ μέγεθος, καὶ τὴν ἀεικίνητον ταύτην περιφοράν, καὶ τὴν εὐτακτὸν τε καὶ ἐναρμόνιον, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν κίνησιν, νοήσατε τὴν ἐπιστατοῦντα τῆς ἡμετέρας συστάσεως, καὶ διὰ τοῦ φαινομένου κάλλους, τὸ πρωτεύτον καὶ ἀόρατον κάλλος ἀναλογισάσθε. Οὐδὲν γὰρ ἐν ἡμῖν ἀδέσποτον ἢ αὐτοκίνητον, ἢ αὐτόματον· ἀλλὰ πᾶν τὸ φαινομένον τε περὶ ἡμᾶς καὶ νοούμενον, τῆς ὑψηλῆς τε καὶ ἀφράστου δυνάμεως ἑστηκεν. Ταῦτα λόγος μὲν ἄνθρωπος οὐκ ἔστιν, ἐντίθησι δὲ διὰ τῶν φαινομένων τῆς ψυχᾶς τὴν γνῶσιν τῆς θείας δυνάμεως, μᾶλλον ἢ διὰ φωνῆς ὁ λόγος ἐκφράσεται. Ὁσαρ τοίνυν διηγείται ὁ οὐρανός, καὶ οὐ φθέγγεται, καὶ ἀναγγέλλει τὸ στερέωμα τὴν τοῦ Θεοῦ ποίησιν, καὶ φωνῆς οὐ προσδέεται, καὶ ῥῆμα οὐ προτεται ἡ ἡμέρα, καὶ λαλιὰ οὐκ ἔστιν· καὶ οὐκ ἂν τις εἴποι διασφάλλεσθαι τὴν προφητείαν· κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὴ εἰς ἀμφότερος τῷ Μωυσῇ καὶ τῷ Δαυὶδ ὁ διδάσκαλος, τὸ Πνεῦμα λέγω τὸ ἅγιον, οὐ τὸ πρᾶγμα κατηγήσαθαι τῆς κτίσεως λέγων, οὐ ῥημάτων ἡμῖν δημιουργὸν τὸν Θεὸν ὑποτίθεται, ἀλλὰ πραγμάτων διὰ τῆς τῶν ῥημάτων σημασίας γνωριζομένων. Ἵνα γὰρ μὴ ἀδέσποτά τινα καὶ αὐτοφυῆ τὴν κτίσιν εἶναι νοήσωμεν, καὶ γεγενῆσθαι ταύτην παρὰ τῆς τάξεως φιλοσοφίαν κατὰ τὴν κοσμοποιίαν ὑπὸ τοῦ Μωϋσέως ἐν ἱστορίᾳ χαρακτήρι δογματικῶς εἰρημένον. “Ἡ γὰρ ἂν μᾶλλον, δι’ ἑκάστου τῶν γεγραμμένων, τὸ πεπλανημένον τε καὶ μάταιον τῆς τῶν ἐναντίων ὑπολήψεως φανερὸς διηλέγχθη. “Ἔξεστι δὲ τῷ βουλομένῳ τοῖς εἰς τὴν Γένεσιν πεποιημένοις ἡμῖν ἐντυχόντι, δοκιμάσαι τῶν τε ἡμετέρων καὶ τῶν ὑπεναντίων δογμάτων τὸν ἀκολουθότερον λόγον. Ἄλλ’ ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον.