Ancient Greek
501.2.1 to 501.2.8
Gregorius Nyssenus Theol., Contra Eunomium 501.2.1-8
Unproofread scanNot analysed yet
Εἰ δὲ τις τὸ, Εἶπερ ὁ Θεός, σαρκικώτερον ἐρμηνεύσει, ὡς διὰ τούτου τὸν ἐναρθρον λόγον περὶ αὐτοῦ γενεσθαι κατασκευάζειν, ὁ αὐτὸς οὖτος καὶ τὸ, Ἐἶδεν ὁ Θεός, κατὰ τὴν ἀντιπτικὴν ἡμῶν ἀλσθησιν διὰ τῆς τῶν ὀφθαλμῶν ἐνεργείας γινώσκειν πάντως ὑπονοήσει. Καὶ τὸ, Ἠκούσεν Κύριος καὶ ἠλέησέ με, καὶ, Ὕσφρανήσῃ ὁσμὴν εὐωδίας, καὶ ὅσα περὶ χει-φαλῆς θείας, ἢ ποδός, ἢ χειρός, ἢ βλεφάρων, ἢ δακτύ-λων, ἢ ὑποδήματος ἡ Γραφὴ σωματικώτερον διεξέρ-χεται, πάντα κατὰ τὸ προχειρὸς σημαίνονμεν ἐκλα-βόν, ἀνθρωποειδὲς ἡμῖν διαγράφει τὸ Θεόν, καθ' ὁμοιότητα τῶν ἐν ἡμῖν φαινομένων. Εἰ δὲ δακτύλων τις ἔργα τοὺς οὐρανοὺς ἀχοῦν, καὶ χεῖρα κραταιάν, καὶ βραχίονα ὑψηλόν, καὶ ὀφθαλμὸν, καὶ βλέφαρα, καὶ ποδὰ, καὶ ὑπόδημα, θεωρεῖν ἐννοία δι' ἑκά-στου τῶν εἰρημένων ἀναλογίζεται, καὶ οὐ διαμολύνει τὸν περὶ τῆς καθαρᾶς φύσεως λόγον ταῖς σωματικαῖς ὑπολήψεσι καταρροπαίνων, ἀκώλυτον ἄν εἴη καὶ τὰς τῶν ῥημάτων ἐκφωνήσεις ἐνδεικτικὰς μὲν ἡγεῖσθαι τοῦ θείου βουλήματος, μὴ μέντοι φωνὰς ἀνθρώπους ὑπολαμβάνειν, ἀλλ' ἐκεῖνο λογίζεσθαι, ὅτι ὁ τῆς λο-γικῆς φύσεως Δημιουργὸς ἀναλογοῦντα τῷ μέτρῳ τῆς φύσεως τὸν λόγον ἡμῖν δεδώρηται, ὡς ἂν ἔχοιμεν ἐξαγγέλλειν δι' αὐτοῦ τῆς ψυχῆς τὰ κινήματα. Ὅσον δὲ ἡμετέρας ἡ φύσις τῆς ὑποστάσεως, ἡ θεία λέγω τῆς ἡμετέρας, κατὰ τὸ ἴσον μέτρον τῆς ὑποστάσεως πάντα τὰ περὶ αὐτὴν δύνα τῶν ἐν ἡμῖν θεωρουμένων, πρὸς τὸ μεγαλειότερόν τε καὶ θεωρηπρεπέστερον τὴν παραλα-γῆν ἔχει. Καὶ ὡς ἡ δύναμις ἡ καθ' ἡμᾶς πρὸς τὴν τοῦ Θεοῦ χρινομένη τὸ μηδὲν ἐστι, καὶ ἡ ζωὴ πρὸς τὴν ζωὴν, καὶ τὰ ἄλλα πάντα τὰ ἡμέτερα πρὸς τὰ ἐν ἐκείνῳ χρινομένα, ὡς οὐδὲν ἐνόντων αὐτῶ, καθὼς ἡ προφητεία φησίν· οὕτως καὶ ὁ ἡμέτερος λόγος πρὸς τὸν ὄντως ὄντα Λόγον χρινομένος ἐστὶν οὐδέν. Οὕτως μὲν γὰρ ἐν ἀρχῇ οὐκ ἦν, ἀλλὰ ἡ ἡμέτερὰ συγχαται-σκευασμένη φύσει·