Ancient Greek
503.1
Gregorius Nyssenus Theol., Contra Eunomium 503.1
Unproofread scanNot analysed yet
ἕκαστον ῥημάτων εὕρεσις, πρὸς τὴν χρείαν τῆς τῶν ὑποκειμένων σημασίας παρ’ ἡμῶν αὐτῶν ἐπενοήθη. Τεχμήριον δέ, ὅτι πολλὰ τῶν λεγομένων αἰσχρά τε καὶ ἀπρεπῆ παντάπασιν εἶναι νομίζονται, ὧν οὐδεὶς τῶν νοῦν ἔχοντων εὕρετην τὸν Θεὸν ὑπολάβοι. Ὥστε κἂν ἐκ προσώπου τοῦ Θεοῦ λέγῃται τινὰ παρὰ τῆς θείας Γραφῆς τῶν ἡμῖν συνήθων ῥημάτων, γνωστόν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῶν ἡμετέρων ἡμῖν διαλέγεται. Καθάπερ καὶ ἐπὶ τῆς τῶν Πράξεων ἱστορίας ἐμάθομεν, ὅτι ἕκαστος ἐν τῇ ἰδίᾳ διαλέκτῳ ἐν ᾗ ἐγενήθη τὴν διδασκαλίαν ἐδέχετο, διὰ τῶν γνωρίμων αὐτῷ ῥημάτων τῆς δυνάμεως ἐπαίων τῶν λόγων.